[ ] Aeg. Isl. — Paros — 1st c. BC — IG XII,5 306C+ — ArchEph (1975) 27, 47; BCH 101 (1977) 452, II — GVI 1351; SEG 28.711 (date)
See also:
1 Σωχάρμου παράγων δυερὸν τάφον εἰπὲ τὸ χαίρειν
εἴ τι καὶ ἐς φθιμένου̣ς τοῦτ’ ἔπος ἡδὺ πέλει·
εἰ γὰρ καὶ παύρας ἐτέω̣ν ἔζησε κελεύθους,
ἄξιος αἰνεῖσθαι τέκνα λιπὼν πατρίδι,
5 ὀρφανὰ μὲν Μοίραις, πολιὴν τρίχα δ’ ἀνθήσειαν·
κείσθω παισὶ χρόνος πατρὸς ὁ λειπόμενος.
Search Help
Contact Us