[ ]
Aeg. Isl. — Thasos: Glykadhi — 1st/2nd c. AD — BCH 82 (1958) 314-318
1 | μνῆμα τόδ’ Ἱκεσίου Πυθίων ἐθήκατο κοινὸν |
αὑτῷ καὶ γαμετῇ Ἐπικυδίλλῃ Ἐπικύδους· | |
γήμας ἐτῶν ὀκτω<καί>δεκα ἥδε τε πεντεκαίδεκα, | |
καὶ κοινοῦ βιότου πεντάκι τὰς δεκάδας | |
5 | ἄρ<ρ>ηκτον φιλίης σεμνὴν σχόντες ὁμοφροσύνην, |
καὶ πατέρων πατέρες δίς, ἄρξαντές τε πολείταις, | |
καὶ ἐν ζωοῖς ἀγαθοὶ καὶ ἐμ φθιμένοις μάκαρες. | |
εἰ δέ τις ὧδε πτῶμα ἕτερον θήσει, | |
δώσει τῇ πατρίδι δώδεκα χειλιάδας. |