[ ] Aeg. Isl. — Thasos: Glykadhi — 1st/2nd c. AD — BCH 82 (1958) 314-318
1 μνῆμα τόδ’ Ἱκεσίου Πυθίων ἐθήκατο κοινὸν
αὑτῷ καὶ γαμετῇ Ἐπικυδίλλῃ Ἐπικύδους·
γήμας ἐτῶν ὀκτω<καί>δεκα ἥδε τε πεντεκαίδεκα,
    καὶ κοινοῦ βιότου πεντάκι τὰς δεκάδας
5 ἄρ<ρ>ηκτον φιλίης σεμνὴν σχόντες ὁμοφροσύνην,
καὶ πατέρων πατέρες δίς, ἄρξαντές τε πολείταις,
    καὶ ἐν ζωοῖς ἀγαθοὶ καὶ ἐμ φθιμένοις μάκαρες.
εἰ δέ τις ὧδε πτῶμα ἕτερον θήσει,
δώσει τῇ πατρίδι δώδεκα χειλιάδας.
Search Help
Contact Us