[ ] Aeg. Isl. — Thasos — end 4th c. BC — BCH 82 (1958) 193-267 — BE (1959) 323, cf.
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 αἷς ἡμέραις οὐκ ἔξεστιν ἐνδεικνύε̣[ιν ο]ὐδὲ ἀπάγει̣ν̣· [Ἁ]π̣ατ̣ου̣ρί̣ο̣[ι]ς, ․․#⁷Ω[․․․․․ π]άντας θεούς, Μαιμ̣α̣κτηρίοις, Ποσ̣ι̣δείοις ὅταν μοι[ρί]ζωμε̣ν, Ἀνθεστηρίοις,
Σωτηρίοις, Διονυσίοις, Διασίοις, Ἡρακλείοις τοῖς μεγάλοις, Χορείοις, Δυωδεκαθ̣ε̣[ίο]ις, Ἀλεξανδρείοις, Ι․Ο̣Α̣Ι̣Ο̣ΙΣ, Προστροπῆ̣ι Θεσμοφορίοις, Ἀσκληπιείοις τοῖς μεγάλοις,
Δημητριείοις, Ἡροξεινίοις, Διοσκουρίοις, Κωμαίοις τοῖς μεγάλοις, ․ΑΜ̣Β̣Ο․Ο̣․Σ[․․․․ μηδὲ] αἷς ἂν ἡμέρ̣αις̣ οἱ διαλλακταὶ τὰς ἀντωμοσίας διδῶσιν καὶ μαρτυρίας
καὶ δικαιώματα [λα]μβάνωσιν καὶ ἀνα[κ]ρίνωσιν̣ τ̣ὰ̣ς δίκας, μη̣δὲ ὅταν τὰ δικ̣αστ̣ήρ̣ια τὰ ἔμμηνα δικάζηι, μηδὲ ἐν ταῖς ἀντωμοσίαις τῶν ἐ̣μμ̣ήνων, [μ]ηδ̣ὲ ἐν ἐξε-
5 τάσει μηδὲ ἐν βοηθεία̣[ι μ]ηδὲ ἐμ φυλακῆι μῆ ἐνδεικνύτω μηδὲ ἀπαγέτω μ̣η̣δὲ ὁ ἐπ̣[ι]στάτης παραδεχ̣έσθ̣ω.
Search Help
Contact Us