[ ] Aeg. Isl. — Paros — 1st c. BC — IG XII,5 445 with XII,Suppl. p. 212-214, ll. 1-20 — Philologus 99 (1955) 40-44 (W. Peek)
col. I.1 [ἀναγέγραφε] γ̣ὰ̣ρ̣ [Δ]ημέας οὐ μόνον πε̣ρὶ Π̣ά̣[ρου, ἀλλὰ καὶ]
[περὶ ὧν πέπρ]α̣κ̣ται ὑπὸ Ἀ̣ρ̣χιλό̣χ̣ου καὶ τῆς Ἀρχιλόχ[ου περὶ πάν]-
[τας τοὺς θεοὺ]ς εὐσ<ε>βείας καὶ τῆς περὶ τῆν πατ̣[ρίδα σπου]-
[δῆς· ἀνέμνησ]ε γὰρ τῶν πεπραγμένων ὑ[πὸ τοῦ ποιη]-
5 [τοῦ πολ]λῶν καὶ μεγάλων ἀγαθῶν [ἐκ τῶν ․․․․․]
․․․․ς̣ τοῦ ἀνηγογωχότος ταῦτα εἰς α̣ὐ[τὸν τὸν Ἀρχί]-
[λοχον]. ἀ̣ν̣αγέγραφεν δὲ ὁ Δημέας ἕκαστα τ[ῶν πεπραγμέ]-
[νω]ν καὶ γεγραμμένων ὑπὸ Ἀρχιλόχου κατ’ [ἄρχοντα]
ἕκαστον καὶ ἦρκται ἀπὸ ἄρχοντος πρῶτον Εὐρ [․․․․, ἐφ’ οὗ]
10 λ̣έ̣γει πεντηκόντορο<ν> Μιλησίων πρέσβεις ἄγ[ουσαν]
καὶ ἀνακομιζομένη<ν> ἐγ Μιλήτου διαφθαρῆνα[ι ἐν <τῷ> πορθμῷ]
τῷ Ναξιακῷ καὶ σωθῆναι ἕνα τινὰ αὐτῶν, ὧι ὄ[νομα Κοίρα]-
νος, ὑπὸ δελφῖνος ἀναλημφθέντα καὶ ἐκπεσόν[τα εἰς τὸν]
τ[ῶ]ν Συρίων [αἰ]γ̣ι[αλὸ]ν εἴς τι σ[π]ήλαιον συνφυ[γεῖν καὶ]
15 ἐκεῖθεν αὖτ[ις ἐλθεῖν εἰς] τ̣ὴ̣ν̣ ἰδ̣ίαν. τὸ δὲ σπ[ήλαιον]
ἔτι νῦν ὑ[πάρχει καὶ ἀπ’ ἐκ]είνου Κοιράνει[ον καλεῖ]-
[τ]αι, κ̣[αὶ ναίει ὁ Ποσειδῶν ὁ Ἵ]π̣πιος ἔντ[οσθε, καθ]-
άπε[ρ ὁ ποιητὴς ποιεῖται αὐτο]ῦ μνήμη[ν λέγων οὕ]-
τ̣[ω· πεντήκοντ’ ἀνδρῶν λίπε Κοίρα]νον Ἵππ[ιος Ποσει]-
20 [δ]ῶ̣[ν. καὶ μετὰ ταῦτα γίγνεται πάλι]ν ἄρ[χων(?) ․․․]
Search Help
Contact Us