| 1 | [ἐπὶ Νικοδήμου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος τρί]της πρυτανείας, ἧι Ἐπι- |
| [γένης Ἐπιγένου Οἰναῖος ἐγραμμάτευεν· Βοηδρ]ομιῶνος ὀγδόει ἱσταμέ- | |
| [νου ἐμβολίμωι κατ’ ἄρχοντα, κατὰ θεὸν δὲ ἐνάτηι ἱ]σταμένου, ἐνάτει τῆς | |
| [πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν] προέδρων ἐπεψήφιζεν Τί- | |
| 5 | [μων Θεοπόμπου Παιανιεὺς καὶ συμπρόεδροι· ἔδοξ]εν τῶι δήμωι· v Ἀφροδίσιος |
| [Ἀφροδισίου Ἀζηνιεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλου]σιν οἱ πρυτάνεις τῆς Ἐρε- | |
| [χθεῖδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκ]κλησιῶν τῶι τε Ἀπόλλωνι | |
| [τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον] ἦν· v ἀγαθεῖ τύχει δεδόχθα- | |
| [ι τῶι δήμωι, τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖ]ς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιεία- | |
| 10 | [ι καὶ σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδω]ν καὶ γυναικῶν καὶ τῶν φίλ[ω]ν |
| [καὶ συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυ]σίας ἔθυσαν ἁπάσας τὰς καθη- | |
| [κούσας ἐν τῆι πρυτανείαι μεγαλοπρεπῶς, ἐπεμ]ελήθησαν δὲ καὶ τῆς συλλο- | |
| [γῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπά]ντων ὧν αὐτοῖς προσέταττον | |
| [οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσ]αι τοὺς πρυτάνεις τῆς Ἐρε- | |
| 15 | [χθεῖδος καὶ στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι κ]ατὰ τὸν νόμον. ἀναγράψ[αι] |
| [δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτ]ανείαν εἰς στήλην λιθί[νην] | |
| [καὶ στῆσαι ἐν τῶι πρυτανικῶι, εἰς δὲ τὴν ἀναγραφὴ]ν καὶ τὴν π[οίησ]ιν τῆ[ς στήλ]- | |
| [ης κτλ.] |
IG II²
1004