[ ] Aeg. Isl. — Lesbos: Methymna — 2nd c. BC — AD 6 (1920/21) 100, 1
1 ἐπὶ πρυτάνεως Τιμίχου τοῦ Ἀνθεμοκλείους καὶ γυ-
μνασιάρχων Ἡράκωνος τοῦ Δαμοκλείους, Ἀπολλω-
νίου τοῦ Φανῆ, μηνὸς Πανθείου. ἀγαθῇ τύχῇ. ἔδο-
ξεν τοῖς νέοις· ἐπειδὴ καὶ ἐκ τῶν ἔνπροσθεν χρόνων
5 πολλάκις ἐπιδεδωκότες ἑαυτοὺς εἰς τὰ̣ συνφέρον-
τα τοῦ δήμου καὶ ἐν τῶι παρόντι καιρῷ θεωροῦν-
τες τὸν δῆμον διὰ τὰς συνεχεῖς ἀφορίας ἐν τοῖς σίτ-
τοις {²⁶σίτοις}²⁶ καὶ τὰς εἰσφορὰς τῶν χρημάτων εἰς τὰς σιτωνία[ς]
QLEIBO/MENON, E)/TI DE\ KAI\ DIA\ TH\N OU)=SAN AU)TW=I A)PO\ TH=S [A)R]-
10 χ̣ῆς πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν καὶ διὰ τὴν ὑ-
πάρχουσαν πρὸς αὐτοὺς συμμαχίαν κοινωνοῦντος
τοῦ συνεστῶτος αὐτοῖς ἐν τῆι Ἀσίᾳ πολέμου καὶ εἰς τ-
αῦτα εἰσφέροντος πολλὰ καὶ μεγάλα ἀναλώματα ἀν-
α̣νκαῖόν ἐστιν ἡμεῖν τηροῦσιν ἥν τε πρότερον εἴχομεν
15 πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀκόλουθα πράσσοντας τ[ῆι]
τοῦ δήμου προαιρέσει πρὸς τὰ Ῥωμαίων πράγματα [ἐρανί]-
σαντας χρήματα δοῦναι ἀναπαίτητα τῆι πόλει εἰ[ς τὰς προ]-
[γ]εγραμμένας χρείας ἄχρι στα(τήρων) ΧΧ[Χ]Η. ἵνα <ο>ὖ[ν ․․․c.10․․․ω]-
[σί]ν τινες ὑφ’ ἡμῶν, οἳ δανείσουσιν — —
20 — — —τον— — —
Search Help
Contact Us