[ ]
Aeg. Isl. — Lesbos: Methymna — 2nd c. BC — AD 6 (1920/21) 100, 1
1 | ἐπὶ πρυτάνεως Τιμίχου τοῦ Ἀνθεμοκλείους καὶ γυ- |
μνασιάρχων Ἡράκωνος τοῦ Δαμοκλείους, Ἀπολλω- | |
νίου τοῦ Φανῆ, μηνὸς Πανθείου. ἀγαθῇ τύχῇ. ἔδο- | |
ξεν τοῖς νέοις· ἐπειδὴ καὶ ἐκ τῶν ἔνπροσθεν χρόνων | |
5 | πολλάκις ἐπιδεδωκότες ἑαυτοὺς εἰς τὰ̣ συνφέρον- |
τα τοῦ δήμου καὶ ἐν τῶι παρόντι καιρῷ θεωροῦν- | |
τες τὸν δῆμον διὰ τὰς συνεχεῖς ἀφορίας ἐν τοῖς σίτ- | |
τοις {²⁶σίτοις}²⁶ καὶ τὰς εἰσφορὰς τῶν χρημάτων εἰς τὰς σιτωνία[ς] | |
θλειβόμενον, ἔτι δὲ καὶ διὰ τὴν οὖσαν αὐτῶι ἀπὸ τῆς [ἀρ]- | |
10 | χ̣ῆς πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν καὶ διὰ τὴν ὑ- |
πάρχουσαν πρὸς αὐτοὺς συμμαχίαν κοινωνοῦντος | |
τοῦ συνεστῶτος αὐτοῖς ἐν τῆι Ἀσίᾳ πολέμου καὶ εἰς τ- | |
αῦτα εἰσφέροντος πολλὰ καὶ μεγάλα ἀναλώματα ἀν- | |
α̣νκαῖόν ἐστιν ἡμεῖν τηροῦσιν ἥν τε πρότερον εἴχομεν | |
15 | πρὸς τὸν δῆμον εὔνοιαν καὶ ἀκόλουθα πράσσοντας τ[ῆι] |
τοῦ δήμου προαιρέσει πρὸς τὰ Ῥωμαίων πράγματα [ἐρανί]- | |
σαντας χρήματα δοῦναι ἀναπαίτητα τῆι πόλει εἰ[ς τὰς προ]- | |
[γ]εγραμμένας χρείας ἄχρι στα(τήρων) ΧΧ[Χ]Η. ἵνα <ο>ὖ[ν ․․․c.10․․․ω]- | |
[σί]ν τινες ὑφ’ ἡμῶν, οἳ δανείσουσιν — — | |
20 | — — —τον— — — |