Funerary epigram for Stibos. White marble stele with upper molding.
[ ]
Kos Isl. — Kos — Marmaroto — 2nd/1st c. BC — Charis Chaire 1 (2004) 151, A
See also:
1 | πρὶν μὲν ἐνὶ ζωοῖσιν ἔτ’ ὤν, Στίβε, πολλὰ κατ’ ἄγκη |
τέρπεο γαυριόων κυδαλίμοισιν ἄγραις, vacat | |
νῦν δέ σε τεθνειῶτα μέλαν νέφος ἀμφικαλύπτει· | |
ὀκτωκαιδεχέτη μοῖραν ἐπερχόμενον vacat | |
5 | <– ⏑ ⏑ –>ν Ἀΐδας· ἀλλ’ <ὦ> Κυλλάνιε δαῖμον, vacat |
παῖδα τὸν ἀκρήβην πέμψον ἐπ’ εὐσεβέας. |