Decree concerning the pledging of sacred vesssels.  White marble stele with crown molding.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — ca. 250 BC — The Hellenistic Polis of Kos (2004) 119-121 — Halasarna I (2004) 41, 5
See also:
1 ἔδοξε τῶι δάμωι· Σύμμαχος καὶ
Ἀριστοφάνης ναποῖαι εἶπαν· μὴ
ἐξέστω τῶι ἱερεῖ μηδὲ τοῖς
τιμάχοις δανείσασθαι ἐπὶ τοῖς v
5 ποτηρίοις μηδὲ τοῖς ἄλλοις σκεύεσι
τοῖς ὑπάρχουσι ἐν τῶι ἱερῶι τοῦ v
Ἀπόλλωνος· μηδὲ δανείζεν μηθένα
ἐπὶ τούτοις παρευρέσει μηδεμιᾶι·
εἰ δέ τίς κα δανείσηται ἢ δανείσηι v
10 παρὰ τὰ γεγραμμένα, ἀποτεισάτω v
ἕκαστος τῶν αἰτίων δραχμὰς πεντα-
κισχιλίας ἱερὰς τοῦ Ἀπόλλωνος καὶ v
ἁ ὑποθήκα ἄκυρος ἔστω καὶ ἐνθύμιον
ἔστω τῶι δανείσαντι καὶ τῶι δανεισα-
15 μένωι ὡς ἀδικεῦντι τὸν θεόν, εἴ κα μὴ
δανείζωνται τοὶ δαμόται οἷς μέτεστι
τοῦ ἱεροῦ κατὰ ψάφισμα· vacat
                  vacat 0,027 m.
18 τὸ δὲ ψάφισμα τόδε ἀναγραψάντω εἰς
στάλαν λιθίναν καὶ ἀναθέντω vvvv
20 ἐς τὸ ἱερόν.        vacat
vacat
Search Help
Contact Us