[ ] Arabia — Philadelphia (Amman): er-Rajib — 139/40 AD — SEG 37.1538 — Syria 66 (1989) 342, II
A.1      [ἀγα]θὴ τύχη. ❦ θεὸς ἡγ̣εῖται.
τίς σε βροτῶν ποίησε, πελώριε; #⁵⁶ δῖος Ἀρίσ-
των. / —— καὶ τίνος ἦν; —— Κλήμεντος. —— ἔχεις δέ τοι
ὄρνεα πολλὰ / καί σε τοσοῦτον ἔθηκε· ❦ τ<ί>νος
5 χάριν; —— ἢν ἐσακούσῃς / λέξω. —— φράζε τάχι-
στα. —— τρέφει τροφὸν ὄρνεα ταῦτα / ἠΰκομον
Δήμητρα καὶ ἄνδρασιν ἔστιν ἐδωδή· / τί-
μησεν δ’ ἄρα Ζῆνα τὸν ἐνγύθι ναιετάοντα, /
νῆον γὰρ ποιῆσε διοτρέφεων πετεηνῶν. ❦
B.10 λάϊνον ἔμψυχον σκᾶνος τόδε δῖος Ἀρίστων /
τεῦξε, πελειάων ὠγύγιον τέμενος / ❦ αἳ Διὶ
πατρὶ φέρουσιν ἀγαλλόμεναι πτερύγεσ-
σιν / εἴαρος ἀμβροσίην ἔνθεν ἀπορνύμεναι· /
ἐκ δὲ πελειάων σταχύων βρείθουσιν ἄρου-
15 ραι / σκιδναμένης Δηοῦς αὔλακι τεμνόμε-
ναι· / καὶ Διὶ καὶ Δήμητρι τετυγμένον ἐστὶν ἄ-
γαλμα, / ἡ μὲν γὰρ καρπῶν, ὃς δ’ ὑδάτων ταμίης. ❦
Ansae.1 Ζ(εὺς) | ἡ(γεῖται)
Search Help
Contact Us