[ ]
Arabia — Philadelphia (Amman): er-Rajib — 139/40 AD — SEG 37.1538 — Syria 66 (1989) 342, II
A.1 | [ἀγα]θὴ τύχη. ❦ θεὸς ἡγ̣εῖται. |
τίς σε βροτῶν ποίησε, πελώριε; #⁵⁶ δῖος Ἀρίσ- | |
των. / —— καὶ τίνος ἦν; —— Κλήμεντος. —— ἔχεις δέ τοι | |
ὄρνεα πολλὰ / καί σε τοσοῦτον ἔθηκε· ❦ τ<ί>νος | |
5 | χάριν; —— ἢν ἐσακούσῃς / λέξω. —— φράζε τάχι- |
στα. —— τρέφει τροφὸν ὄρνεα ταῦτα / ἠΰκομον | |
Δήμητρα καὶ ἄνδρασιν ἔστιν ἐδωδή· / τί- | |
μησεν δ’ ἄρα Ζῆνα τὸν ἐνγύθι ναιετάοντα, / | |
νῆον γὰρ ποιῆσε διοτρέφεων πετεηνῶν. ❦ | |
B.10 | λάϊνον ἔμψυχον σκᾶνος τόδε δῖος Ἀρίστων / |
τεῦξε, πελειάων ὠγύγιον τέμενος / ❦ αἳ Διὶ | |
πατρὶ φέρουσιν ἀγαλλόμεναι πτερύγεσ- | |
σιν / εἴαρος ἀμβροσίην ἔνθεν ἀπορνύμεναι· / | |
ἐκ δὲ πελειάων σταχύων βρείθουσιν ἄρου- | |
15 | ραι / σκιδναμένης Δηοῦς αὔλακι τεμνόμε- |
ναι· / καὶ Διὶ καὶ Δήμητρι τετυγμένον ἐστὶν ἄ- | |
γαλμα, / ἡ μὲν γὰρ καρπῶν, ὃς δ’ ὑδάτων ταμίης. ❦ | |
Ansae.1 | Ζ(εὺς) | ἡ(γεῖται) |