SEG 39:1574
[ ] Syria — Apameia?, fd. Larisa — 4th/5th c. AD — AArchSyr 31 (1981) 127 (facs.) — Architecture et poésie (1989) 211-214
1 οὗτος μυριόδακρυς ἔχει κρατερόφρονα φῶτα
    τύμβος, ἐλευθερίης σῶμα καὶ εὐφροσύνης,
τὸν μόνον ἀνθρώ{ι}ποισιν {²⁶ἀνθρώποισιν}²⁶ ἰσόρροπον ἔν τε δίκαισιν
ἔν τε βίῳ Οὐερεκοῦνδον ἐπώνυμον ὃ<ν> λάχε Μοῖρα
5 ἠδὲ Κατακλῶθές <γ>ε τανύστροφα νήματ’ ἔχουσαι·
Δίματο Κυρίλλα [δὲ] τάφον γαμβροῦ φιλίοιο
κ<λείνη>ν τιμηθέντος ὑπ’ Αὐσονίων βασιλήων.
Search Help
Contact Us