[ ] Syria — Apameia — 3rd c. AD — IGLSyr 4.1366 — Architecture et poésie (1989) 214-218 (A.-M. Vérilhac) — GVI 727
See also:
1 Ἰουλίττα σώφρων ἀγαθὴ κεῖται
μονόνυμφος ∙ / στῆλαις
ἀψύχων ἄλαλον τρόπεον γεγέ-
νηται· / ἦ παλαιὰς ὑπερῆρε
5 καὶ οὐ τὰς νῦν, ὑπερέσχεν /
Πηνελόπην ἔργοις καὶ εἰκόνι
Λαοδάμειαν· / πνεῦμα τὸ σὸν
ζητῶν Μοιρῶν ταγαῖς ἀπε-
λασθέν / ἔρχομ’ ἐκεῖ ποτε δή·
10 σὲ γὰρ ἐλθεῖν οὐ θέμις ἐστίν· /
τήρει μοι τὸ φίλανδρον ἐκεῖ,
ὡς ὧδ’ ἐφύλαξας.
Search Help
Contact Us