SEG 35:1571
[ ] Arabia — Gerasa — 539-540 AD — Syria 62 (1985) 297, 1
1 ☩ Παῦλος ὁ μακαριώτ(ατος) ἡμῶν ἐπίσκο(πος) Θεοῦ Χάριτι καὶ τοῦτο τὸ εὐσεβὲς
κτίσμα τῆς φρουρᾶς ἀνήγειρεν, τὸ συμφ̣έρον δοκιμάσας, καὶ ἐν τῷ
ὀνόματι τοῦ Κ(υρίο)υ εὐλογήσας ταύτην εἶναι πάντων τῶν ὑπαιτίων δί̣[χα]
τῶν κατακρίτων, μὴ ἔχειν δέ τινα ἐπ’ ἀδείας κατάδικον ἐνβάλλειν
5 αὐτῇ μήτε ἐξ αὐτῆς καταφέρειν τινὰ εἰς τὴν τῶν κατακρίτων φυλα-
κὴν καὶ τὸν παραβαίνοντα τὰ εὐσεβῶς δεδοκιμασμένα παραδοὺς
τῷ κρίμματι τοῦ Κ(υρίο)υ· ἐπληρώθη δὲ ἐν μηνὶ Δίῳ, χρό(νων) γʹ ἰνδ(ικτιῶνος), τοῦ βχʹ ἔτους. ☩
Search Help
Contact Us