[ ]
Arabian Pen. — Ikaros (Failichah Isl., nr. Kuwait) — 204 BC — SEG 20.411 — cf. Klio 46 (1965) 273-281 — Chiron 15 (1985) 13, 3
See also:
| 1 | Ἀνάξαρ[χ]ο̣[ς τοῖς ἐ]ν̣ Ἰ̣κ̣ά̣[ρωι] οἰκηταῖς χαίρειν· |
| τῆς ἐπισ̣τ̣[ολῆς ἣν {²e.g.}² ἔγραψε]ν̣ ἡ̣μ̣ῖν Ἰκαδίων̣ | |
| ὑπογεγ[ράφαμεν ὑμῖν τὸ ἀν]τ̣[ίγ]ραφον· | |
| ὡς ἂν [(?) τάχιστα λάβητε] τ̣[ὴν ἐ]πιστολ̣ὴν | |
| 5 | ἀναγράψα[τε (?) ἐν στήληι, (?) ταύτ]η̣ν̣ δ̣’ ἔκ̣θ̣ετε |
| ἐν τῶι ἱερ̣ῶ̣[ι (?) θρʹ Ἀρτ]εμισίου [κ]ζʹ· ἔρρωσθε | |
| {²vacat}² | |
| 7 | Ἰκαδίων Ἀναξάρχωι χαίρειν· σπεύδει |
| ὁ βασιλεὺς περὶ Ἰκάρου τῆς νήσου | |
| διὰ τὸ καὶ τοὺς προγόν̣ο̣υς αὐτοῦ (?) ἀ̣[γ]ρ̣ο̣[ὺ]ς | |
| 10 | ἱερῶσαι καὶ τὸ τῆς <Σ>ωτ̣είρας ἱερὸν ἐ[π]ιβαλέ[σ]- |
| θαι μεταγαγεῖν· κ[α]ὶ ἔγραψαν τοῖς ἐπὶ τῶν̣ | |
| πραγμάτων τα̣[σσ]ο̣μένοις μεταγαγεῖν· | |
| ἐκεῖνοι δέ, εἴτ[ε δὴ δ]ιὰ τὸ μὴ ἐκποιῆσαι | |
| αὐτοῖς εἴτ̣[ε διά τ]ι̣ν̣’ ἄ̣[λλην] γ̣οῦν αἰτίαν, | |
| 15 | [ο]ὐ̣ μετήγαγο̣[ν]· ἡμῖν δὲ γράψ[α]ντος τοῦ |
| βασιλέως [(?) σπουδῆι] μ̣ετ[η]γάγομεν καὶ | |
| κατεστή̣σ̣αμ̣[εν ․․6․․․]Σ̣ ἀγῶνα γυ- | |
| μνικὸν καὶ (?) μ̣[ουσικόν, βο]υ̣λόμ̣ενο̣ι̣ ἐ̣ξ̣αγα- | |
| [γ]ε[ῖ]ν κατὰ τ[ὴν τοῦ βασ]ιλέως αἵρεσιν καὶ | |
| 20 | τῶν προ[γόνων] αὐτοῦ· καὶ περὶ τῶν ἐν τῆι |
| νήσωι κ̣ατ[οι]κ̣[ούντω]ν̣ νεωκόρων τε καὶ τῶν | |
| ἄλλων Ο̣Υ̣Δ̣[․․․]Ο̣Χ̣[․․]Ι̣Ι̣ΕΠΙ[․․․]ΟΥ Σωτῆρος | |
| Ι̣ΑΙ#⁷ΟΥ[․․․․․]Ι̣Ι̣Ι̣[․]Σ̣ΟΥΣ[․]Σ̣ τῆς νήσου συν- | |
| οικισθῆ̣ν̣α̣[․]ι̣ ΣΙ̣[․․․․]Λ̣[․․․․]Ι̣ΟΣ τούτου μὴ προσ̣- | |
| 25 | πορεύεσθα̣ι̣ [․]Ι̣[․]Ι̣Ι̣[․․]Λ̣[․]Λ̣Ι̣Ι̣[․․]Ν τρόπωι μηδενὶ |
| ἀλλ’ ἐᾶ̣ν̣ [․]Ι̣Ι̣[․․]Σ̣[․․]Ι̣Ι̣Λ̣Ν̣Ω̣[․․]Α̣Σ· ἐπιμελὲς [․]Ι̣Ι̣ | |
| οὖν σο̣ι̣ γ̣έ̣[νοιτο ἵνα τ]ῶν τ[ε] δικαίων τ[υ]γ̣χάνωσι | |
| ἄνθρωπο[ι (?) μηδ’ ὑπὸ] μ[ηδ]ε̣ν̣ὸ̣[ς] ἀδικ[ῶ]νται μηδὲ | |
| μ̣ε̣τ̣[ά]γων̣[ται· καὶ ἐά]ν̣ τινες τούτων βούλωνται | |
| 30 | ἐξ̣ι̣[διάζεσ]θ̣α̣ι̣ ἐν τῆι [ν]ήσω[ι] χώραν, παράδει- |
| [ξον αὐτοῖς γῆν ἣν] ἐξεργασάμενοι καὶ φυτεύ- | |
| [σαντες ἕξουσι]ν̣ εἰς τὸ πατρικόν· ὑπαρχέτω | |
| [δὲ αὐτοῖς καὶ ἡ] ἀτέλεια καθ’ ὅτι οἱ πρόγον- | |
| [οι τοῦ βασιλέ]ως ἐπεχώρησαν αὐτοῖ[ς] | |
| 35 | [(?) ὅσωνπερ] ε̣[ἰς τὴ]ν̣ νῆ̣σ̣ον ἐξάγουσι· εἰς δὲ |
| [(?) τόπους τοὺς κατ’ Ἀρ]α̣βίαν μὴ ἐπίτρεπε μη- | |
| [δενὶ ? σῖτον ἐξάγειν μηδ’] ἄλλο μηθέν· εἰ̣ | |
| [δὲ ․․․․․․13-15․․․․ τ]ῶν ἐπ̣ι̣βα̣λλόντων | |
| [․․․․․12-14․․․․ (?) — π]ω̣λίαι, ἵνα μὴ συμβῆι | |
| 40 | [(?) αὐτοῖς εἰς ἀρρωσ]τ̣ίας ἐμπίπτειν |
| [․․4-6․ σύνταξον] οὖν τὴν ἐπιστολὴν | |
| [(?) ταύτην ἀναγρ]ά̣ψαντας ἐν τῶι ἱερῶι | |
| [(?) ἀναθεῖναι {²vac.}²] θ̣ρ̣ʹ [Ἀρ]τεμισίου ιζʹ ἔρρωσο. |