[ ]
Arabia — Gerasa — 184 AD — ADAJ 26 (1982) 270, 2
1 | ἀγαθῇ τύχῃ· ὑπὲρ σωτηρίας τοῦ κυρίου |
Αὐτοκράτορος Μ(άρκου) Αὐρηλίου | |
Κομόδου Ἀντωνίνου τοῦ κυρίου αὐ- | |
τοκράτορος τὸ ἄγαλμα σὺν τῷ οἴκῳ ἐγέ- | |
5 | νετο ἐξ ἀπολείψεος (δηναρίων) ὀκτακοσίων |
Φλ(αουίου) Ἰουλιανοῦ τοῦ καὶ Λιβεραλίου καὶ προσφιλο- | |
τιμησαμένου Φλ(αουίου) Κερεαλίου τοῦ καὶ Μαρκιανοῦ υἱοῦ | |
(δηνάρια) διακόσια εὐσεβείας ἕνεκεν, τῷ ζμσʹ Ὑπερβερετ(αίου) εʹ. |