[ ] Syria — Antiochene — 192/93 AD — AnIsl 9 (1970) 193-195 — ZPE 47 (1982) 83, 22
sides ABC.1 ἔτους αμσʹ Δύστρου εʹ ἐγὼ
Γάϊος Ἀλεξᾶ ἀφιερῶ ἣν ἐποίησα μάκραν
εἰς τὴν ὑπάρχουσάν μοι καὶ περικειμένην
γῆν εἰσονομαζομένην Ἀδια μέχρι ὅρων αὐ-
5 τῆς εἰς τὸ μηδενὶ ἐξεῖναι ἀπαλλοτριῶσαι
τὴν χώραν ἀλλὰ διαμεῖναι τοῖς τε κληρονόμοις
μου καὶ υἱοῖς καὶ ἐγγόνοις ἄρρεσι μόνοις εἰς τὸν
ἅπ[α]ντα χρόνον διὰ τὸ καὶ ὑπὸ τοῦ πατρός μου ἀφιε-
ρῶσ[θ]αι τὴν αὐτὴν χώραν καὶ εἰς λόγον ἀποκαύσεος
10 εἰς [τ]ὸ ἐμοί τε καὶ αὐτῷ ἐπιφέρεσθαι τὴν ἐπὶ
τῶν τόπων ἀπόκαυσιν καὶ μὴ ἐξεῖναί τινι τῶν κληρονό-
μων μου ἀναλῦσαι τὰ ἀφιερώμενα πόπως
side D.1 μηδενί, μηδὲ τὴν αὐτὴν [χώραν — — — — — — — — — — μηδὲ] ἀποτεθῆ-
ναι με ἐν αὐτῇ χῆρον καὶ ἐὰν δέ τις ὀρύσσει καὶ αὐτὸς κατηγορήσεται
ὡς τυμβωρύχος ὁμοίως καὶ οἱ κληρονόμοι· ἐὰν μὲν τοῦτο ἀφήσει τις τῶν
κληρονόμων μου συνασεβ[ήσει — — — — — — — — — — — — — —] κατή-
5 γορος ἀσεβεί[ας — — — — — — — — — — — — — — — ὁ κατήγο]ρος
πέμπτον ἀπὸ [— — — — — — — — — — — — — — — — — — — κληρο]νό-
μον μὴ βο[— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us