[ ]
Syria — Antiochene — 192/93 AD — AnIsl 9 (1970) 193-195 — ZPE 47 (1982) 83, 22
sides ABC.1 | ἔτους αμσʹ Δύστρου εʹ ἐγὼ |
Γάϊος Ἀλεξᾶ ἀφιερῶ ἣν ἐποίησα μάκραν | |
εἰς τὴν ὑπάρχουσάν μοι καὶ περικειμένην | |
γῆν εἰσονομαζομένην Ἀδια μέχρι ὅρων αὐ- | |
5 | τῆς εἰς τὸ μηδενὶ ἐξεῖναι ἀπαλλοτριῶσαι |
τὴν χώραν ἀλλὰ διαμεῖναι τοῖς τε κληρονόμοις | |
μου καὶ υἱοῖς καὶ ἐγγόνοις ἄρρεσι μόνοις εἰς τὸν | |
ἅπ[α]ντα χρόνον διὰ τὸ καὶ ὑπὸ τοῦ πατρός μου ἀφιε- | |
ρῶσ[θ]αι τὴν αὐτὴν χώραν καὶ εἰς λόγον ἀποκαύσεος | |
10 | εἰς [τ]ὸ ἐμοί τε καὶ αὐτῷ ἐπιφέρεσθαι τὴν ἐπὶ |
τῶν τόπων ἀπόκαυσιν καὶ μὴ ἐξεῖναί τινι τῶν κληρονό- | |
μων μου ἀναλῦσαι τὰ ἀφιερώμενα πόπως | |
side D.1 | μηδενί, μηδὲ τὴν αὐτὴν [χώραν — — — — — — — — — — μηδὲ] ἀποτεθῆ- |
ναι με ἐν αὐτῇ χῆρον καὶ ἐὰν δέ τις ὀρύσσει καὶ αὐτὸς κατηγορήσεται | |
ὡς τυμβωρύχος ὁμοίως καὶ οἱ κληρονόμοι· ἐὰν μὲν τοῦτο ἀφήσει τις τῶν | |
κληρονόμων μου συνασεβ[ήσει — — — — — — — — — — — — — —] κατή- | |
5 | γορος ἀσεβεί[ας — — — — — — — — — — — — — — — ὁ κατήγο]ρος |
πέμπτον ἀπὸ [— — — — — — — — — — — — — — — — — — — κληρο]νό- | |
μον μὴ βο[— — — — — — — — — — — — — — — — — — — — — —] |