[ ] Arkadia — Tegea — 5th c. BC
face A.1 Ξουθίαι ∶ το͂ι Φιλαχαίοˉ ∙ διακάτι-
αι μναῖ ⋮ αἴ κ’ αὐτὸς ἐ̣͂ι̣, ἴτοˉ ἀνελέσ-
θοˉ· αἰ δέ κ’ ἀποθάνεˉι ⋮ το͂ν τέκνοˉν
ἐ͂μεν ⋮ ἐπεί κα πέντε ϝέτεα ⋮
5 ℎεˉβο͂ντι ∙ αἰ δέ κα μὲˉ γένεˉτ̣α-
ι <τ>έ<κ>ν<α>, το͂ν ἐπιδικατο͂ν ἐ͂μεν,
διαγνόμεν δὲ ⋮ τὸς Τεγεάτα[ς]
κὰ τὸν θεθμόν.
face B.9 Ξουθίαι παρκαθέˉκα το͂ι Φιλαχα-
10 ίοˉ τζετρακάτιαι μναῖ ἀργυρίοˉ. εἰ μ-
έν κα ζόˉεˉ, αὐτὸς ἀνελέσθοˉ, αἰ δέ κ-
α μὲˉ ζόˉεˉ, τοὶ υἱοὶ ἀνελόˉσθοˉ τοὶ γνέˉ-
σιοι, ἐπεί κα ἑˉβάσοˉντι πέντε ϝέτε-
α· εἰ δέ κα μὲˉ ζο͂ντι, ταὶ θυγατέρες
15 [ἀ]νελόˉσθοˉ ταὶ γνέˉσιαι· εἰ δέ κα μὲˉ
ζο͂ντι, τοὶ νόθοι ἀνελόˉσθοˉ· εἰ δέ κα
μὲˉ νόθοι ζο͂ντι, τοὶ ’ς ἄσιστα πόθικ-
ες ἀνελόˉσθοˉ· εἰ δέ κ’ ἀνφιλέγοˉντ-
οι, Τεγεᾶται διαγνόντοˉ κὰ τὸν
20 θεθμόν.
Search Help
Contact Us