[ ] Arkadia — Tegea — 3rd/4th c. AD
1 χρυσείης Ἀλέου γενέθλης ἔτι λείψανον ἐσθλόν,
    ἀνέρα μητιέτην, υἱὸν Ἀριστομένους,
Εὔτυχον ἡ κρατερὴ Τεγέης πόλις, ὧν χάριν αὐτὴ[ν]
    ὤρθωσεν βουλ̣αῖς καὶ κτεάνοις σφετέροι[ς],
5 εἵσατο καλὸν ἄγαλμα καὶ ἐσσομένοις μερόπεσσ[ι]
    κηρύσσουσα πρόφρων ἀνδρὸς ἀριστονό[ου].
       ψ(ηφίσματι) β(ουλῆς) ψ(ηφίσματι) β(ουλῆς).
Search Help
Contact Us