[ ] Pal. — Gofna — 2nd/3rd c. AD — Scripta Hierosolymitana I (1954) 99-119 — W. Peek, GVI I (1955) 1185
1 {²Acrostic:}² Ῥοῦφος ἔτισ[ε].
ῥυσαλέης γραίης καμάτων ἀνά-
  παυμά με λεύσ(σ)εις, /
οἶκον, ὃν ἱδρύσας τῆσδ’ ἀνέ-
  θηκε τέκος, /
5 ὕστατον, ἀνθρώποις ἡδὺν πό-
  νον, εἰκόνα δόξης, /
φαινόμενον ζῴοις τερπνό-
  τατον λιμένα. /
ὅστις γὰρ ναίει μέ, πόνων μό-
10  χθων τε πέπαυται, /
σῆς δ’ ἐσορᾷς βιοτῆς πουλύ με
  τερπνότερον. /
ἓν δὲ τέλος πάντων· σειγὴ μία·
  κοινὸ̣ς̣ ὁ̣ πλοῦτος /
15 καὶ πενία π̣α̣ρ̣’ ἐμοί· πᾶσι πέφυ-
  κα δ’ ἴσος. /
ταῦτα μαθών, ὦ ξεῖνε, τὰ γράμ-
  ματα τῆσδ’ ἀπὸ δέλτου /
ἴσθ’ ὅτι Μοιράων ὁ σκοπός ἐστ-
20 ιν ὅδε. /
σῆμα δὲ σοί, Νυ̣σώ̣· κτίστου δ’ ὄ̣-
  ν̣ο̣μ’ εὐθὺ μαθήσῃ  /
[Ε(?)— — — —]α̣σ̣ο̣ς̣ λαϊνέας
[ἀναγνού]ς̣ (?).
Search Help
Contact Us