[ ]
Persis — Naqš-i-Rustam, nr. Persepolis — bef. 272 AD — SEG 14.819 (bib.) — Syria 35 (1958) 295-360
1 | ἐγὼ Μασδαασνης θεὸς Σαπώρης, βασιλεὺς βασιλέων Ἀριανῶν κ̣[α]ὶ Ἀνα̣ρ̣ι̣α̣νῶ[ν, ἐκ γέ]νους θεῶν, υἱὸς Μ̣[ασδα]α̣σν̣ου̣ θεοῦ [Ἀρ]τ[α]ξ̣ά̣ρου βασιλέως βασιλέων Ἀριανῶν ἐκ γένους |
θεῶν, ἔγγονος θεοῦ Παπακ[ου] βασιλέως — — τοῦ Ἀριανῶν ἔθνου[ς δεσπότης εἰμ]ί. κα[ὶ κα]τ̣[έχω] ἔ̣θ̣ν̣η Περσίδα, Π[αρθίαν], Οὑ[ζη]ν̣ήν, Μ̣[ησαν]ηνήν, Ἀσσυρίαν, Ἀδιαβηνήν, Ἀραβίαν, Ἀδουρβα- | |
δηνήν, Ἀρμενίαν, Ἰβηρίαν, Μαχελονίαν, Ἀλβανίαν, ․․c.6․․γ̣η̣ν̣ή̣[ν, ἕως ἔ]μ̣π̣[ροσ]θ̣[εν] Κα̣π ὄρους καὶ π̣υ̣[λ]ῶ[ν Ἀλβαν]ῶν̣ κα̣ὶ ὅλον τὸ Πρεσσουαρ ὄρος, Μ̣[α]δηνήν, Γουργαν, Μαρου, | |
Ῥην καὶ πάντα τὰ ἀνωτάτω ἔθνη, Κερμανζηνήν, Σεγισταν̣ή̣ν̣, [Τουρηνήν, —— Παρα]δ̣η̣νήν, Ἰνδίαν κα̣ὶ̣ Κ̣ο̣υσ̣ην[ῶν ἔθ]ν[η] ἕ̣ω̣ς̣ ἔμπροσθεν Πασκιβουρων κ̣αὶ ἕως Κας, Σωδικηνῆς καὶ | |
5 | {καὶ} Τσατσηνῆς ὅρων, καὶ ἐξ ἐκείνου τοῦ μέρους τῆς θα<λ>άσσης̣ Μι[․․․․․․ ἔθ]ν̣ο̣ς̣. [καὶ ἐκαλέσαμεν Π]η[ρ]ωσ-σαβουρ[․․․․․12․․․․․, καὶ] ἐκαλέσαμεν Ὡρμισδαρ̣τ̣[αξ]ιρ. καὶ ταῦτα τὰ τοσαῦτα̣ ἔθνη |
καὶ τοὺς δεσπότας τῶν ἐθνῶν τῶν ἐκ παντὸς μέρους πάντας ἡμεῖ̣ν [εἰς φόρους καὶ δουλ]είαν ἐ̣σ̣τήσα̣[μ]ε̣ν̣. κ̣[α]ὶ ὅ[τ]ε π̣ρ̣ώτως ἐ̣πὶ τὴν βασιλίαν τῶν ἐθνῶν ἔστημεν, Γορδιανὸς καῖσαρ | |
ἀπὸ πάσης τῆς Ῥωμαίων ἀρχῆς Γούθθων τε καὶ Γερμανῶν ἐθνῶν [δύναμιν συνέλεξ]εν [καὶ εἰ]ς̣ [τὴ]ν̣ Ἀ[σσ]υ̣ρ̣ί̣α̣ν̣ ἐ[πὶ τὸ] τῶν Ἀριανῶν ἔθνος καὶ ἡμᾶς ἐπῆλθεν· καὶ εἰς τοὺς ὅρους | |
τῆς Ἀσσυρίας ἐν τῇ Μησιχῃ ἐξ ἐναντίας πόλεμος μέγας γέγονεν καὶ̣ [Γορδιανὸς Καῖσαρ ἀ]νήρη κ[αὶ ἡμεῖς] τὴν σ̣τ̣[ρ]ατεία̣ν τῶν Ῥωμαίων ἀνηλώσαμεν, καὶ οἱ Ῥωμαῖοι Φίλιππον | |
καίσαρα ἀνηγόρευσαν καὶ Φίλιππος ὁ καῖσαρ εἰς παράκλησιν ἦλθεν καὶ τ[ῶ]ν̣ ψ̣[υ]χ̣ῶν α̣[ὐτ]ῶ̣ν ἀντίτειμ[α] π̣[ε]ν̣τ̣ακοσία̣ν χειλιάδα δηναρίων ἡμεῖν ἔδοτο καὶ εἰς φόρους ἡμεῖν ἔστη· | |
10 | καὶ ἡμεῖς Μισιχην διὰ τοῦτο Πηρωσ—σαβουρ ἐπωνομάσαμεν. καὶ ὁ Κα̣ῖ̣σ̣αρ πά̣λιν ἐψεύσατο καὶ εἰς τὴν Ἀ[ρμενία]ν ἀδικίαν ἐποίησεν· καὶ ἡμεῖς ἐπὶ τὸ ἔθνος τῶν Ῥωμαίων ὡρ- |
μήσαμεν καὶ δύναμιν Ῥωμάιων ἑξήκοντα χειλιάδας ἐν Βαρβαρισσῷ ἀνί̣λαμεν̣· καὶ τὸ ἔθνος τῆς Συρ̣[ί]α̣ς καὶ ὅ[σα ἐπ’ α]ὐ̣τὴν ἔθνη καὶ περίχωροι ἦσαν, πάντα ἐκαύσαμεν καὶ ἠρημώ- | |
σαμεν καὶ ἐκρατήσαμεν καὶ ἐν ἐκείνῃ τῇ μιᾷ ἀγωγῇ ἀπὸ τοῦ ἔθνους Ῥωμαίων καστέλλους τε καὶ πόλει̣[ς]· Ἀ̣ναθαν πόλ̣ιν σ̣[ὺ]ν τῇ περιχώρῳ, Βίρθαν Ἀσπωράκου σὺν τῇ περιχώρῳ, | |
Σοῦραν πόλιν σὺν τῇ περιχώρῳ, Βαρβαλισσὸν πόλιν σ̣[ὺ]ν τῇ περιχώρῳ, Ἱεράπολιν πόλιν σὺν τῇ περιχώρῳ̣, [Βέρροι]α̣ν πόλιν σὺν τῇ περιχώρῳ, Χαλκίδα πόλιν σὺν τῇ περιχώρῳ, Ἀπάμιαν πό- | |
λιν σὺν τῇ περιχώρῳ, Ῥεφανέαν πόλιν σὺν τῇ περιχώρῳ, Ζεῦγμα πόλιν σὺν τῇ περιχώρῳ, Οὐριμ̣[α] πόλιν σὺν τῇ περιχώρῳ, Γίνδαρον πόλιν σὺν τῇ π̣εριχώρῳ, Λαρμέναζα πόλιν | |
15 | σὺν τῇ περιχώρῳ, Σελεύκιαν πόλιν σύν τῇ π̣εριχώρῳ, Ἀντιόχιαν πόλιν σὺν τῇ περιχώρῳ, [Κ]ύ̣ρρο[ν πό]λ̣ιν σὺν τῇ περ[ιχ]ώρῳ, ἄλλην Σ̣ε̣λεύκια̣ν πόλιν σὺν τῇ περιχώρῳ, Ἀλεξάνδριαν πό- |
λιν σὺν τῇ περιχώρῳ, Νεικόπολι̣ν πόλιν σὺν τῇ περιχώρῳ, Σίνζαρα πόλιν σὺν τῇ περιχώρ[ῳ, Χα]μ[α]θ πόλιν [σὺ]ν τῇ πε[ρ]ι̣χώρῳ, Ἀριστην πόλιν σὺν̣ τῇ περιχώρῳ, Διχωρ πόλιν σὺν τῇ περιχώ- | |
ρῳ, Δολίχην πόλιν σὺν τῇ περιχώρῳ, Δοῦραν πόλιν σὺν τῇ περιχώρῳ, Κορκουσίωνα πόλιν σὺν τῇ περιχώρῳ, Γερμανείκιαν πόλιν σὺν τῇ περιχώρῳ, Βάτναν πόλιν σὺν τῇ περιχώρῳ, Χαναρ | |
πόλιν σὺν τῇ περιχώρῳ· καὶ τῆς Κ̣α̣ππαδ[ο]κ̣[ία]ς Σάταλα πόλιν σὺν τῇ περιχώρῳ, Δόμαν [πόλι]ν σὺν [τῇ π]εριχώρῳ, Ἀ̣ρτανγιλ̣․․ πόλιν [σὺν] τῇ περιχώρῳ, Σουισαν πόλιν σὺν τῇ περιχώρῳ, Σουιδ | |
πόλιν σὺν τῇ περιχώρῳ, Φρέατα πόλιν [σὺν τῇ πε]ριχώρῳ· ὁμοῦ πόλεις τριάκοντα ἑπτὰ [σὺν ταῖς] πε[ριχώροις]. τῇ δὲ τρίτῃ ἀ̣γωγ[ῇ] ὁ̣πότ[ε ἡ]μ̣εῖς ἐπὶ Κάρρας τε καὶ Ἔδεσσαν ὡρμήσαμεν καὶ Κάρρας καὶ Ἔδεσσα<ν> | |
20 | ἐπολιορκοῦμεν, Οὐαλεριανὸς Καῖσα̣ρ̣ [ἐφ’ ἡμᾶς ἦ]λ̣θεν· καὶ ἦσαν με[τ’ αὐτο]ῦ ἀπὸ Γ̣ερμανῶ[ν ἔθ]ν[ους, ἀ]πὸ Ῥετίας ἔθνους, ἀ[πὸ] Ν̣ωρικο̣ῦ ἔθνους, ἀπὸ Δακείας ἔθνους, ἀπὸ Παννονίας ἔθνους, ἀπὸ |
Μυσίας ἔθνο<υ>ς, ἀπὸ Ἀμαστρίας ἔθν[ους], ἀ̣π̣[ὸ Ἱσ]π̣ανίας ἔθνους, ἀπ[ὸ ․․․․․]τα[․․․․ ἔ]θ̣ν̣ους, ἀπὸ Θρᾳ̣[κ]ί̣[ας ἔθνο]υς, ἀπὸ Βιθυνίας ἔθνο̣υς, ἀπὸ Ἀ̣σίας ἔθνους, ἀπὸ Καμπανίας ἔθνους, ἀπὸ Συρίας ἔθνους, | |
ἀπὸ Λυκαονίας ἔθνους, ἀπὸ Γαλατίας [ἔθνο]υς, ἀπὸ Λυκίας̣ ἔθνους, [ἀπὸ Κιλικίας ἔθ]νους, ἀπὸ Καππαδ[οκί]ας [ἔ]θ̣ν̣ο̣υς, ἀπὸ Φρυγία̣ς ἔθνους ἀπὸ Συρίας ἔθνους, ἀπὸ Φοινείκης ἔθνους, ἀπὸ | |
Ἰουδαίας ἔθνους ἀπὸ Ἀραβίας ἔθνους, ἀπὸ Μαυριτανίας ἔθνου̣[ς, ἀπὸ Γερμαν]ία̣[ς ἔθ]ν[ο]υς̣, ἀπὸ Λυδίας ἔ[θ]ν[ο]υς̣, ἀπὸ Ἀσί[α]ς ἔθνους, ἀπὸ Μεσοποταμίας ἔθνους, δύναμις ἑβδομήκοντα | |
χειλιάδων. καὶ ἐκ τοῦ ἐκεῖθεν μέρους Καρρῶν καὶ Ἐδέσσων μετ̣ὰ̣ [Ο]ὐ̣[αλερι]ανο[ῦ Κ]α̣ίσαρο[ς] μέγας πόλεμ[ος] ἡμεῖν γέγονεν καὶ Οὐαλεριανὸν Καίσαρα ἡμεῖς ἐν ἰδίαις χερσὶν ἐκρατήσα- | |
25 | μεν καὶ τοὺς λοιποὺς τόν τε ἔπαρχον καὶ συνκλητικοὺς κα̣[ὶ] [ἡ]γεμόν̣[α]ς οἵ[τι]ν̣ε̣[ς] ἐκείνης τῆς δυ̣νάμεως ἄρχοντες ἦσαν, πάντ̣ας τούτους ἐν χερσὶν ἐκρατήσαμεν καὶ εἰς τὴν |
Περσίδα αὐτοὺς ἐξηγάγομεν. καὶ τὸ ἔθνος τῆς Συρίας καὶ τὸ ἔθνος τῆς Κιλικίας καὶ τὸ ἔθνος τῆς Καππαδοκίας πυρὶ ἐκαύσαμεν καὶ ἠρημώσαμε̣ν καὶ ᾐχμαλωτίσαμεν καὶ ἐκρατή- | |
σαμεν. ἐκείνῃ δὲ τῇ ἀγωγῇ ἐκρατήσαμεν ἀπὸ τοῦ ἔθνους Ῥωμαίων Σαμόσατα πόλιν σὺν τῇ περιχώρῳ, Ἀλεξάνδριαν τὴν κατ’ Ἰσὸν πόλιν σὺν τῇ περιχώρῳ, Κατάβολον πόλιν σὺν τῇ περιχώρῳ, | |
Αἰγέαν πόλιν σὺν τῇ περιχώρῳ, Μομψουεστίαν πόλιν σὺν τῇ περιχώρῳ, Μάλλον πόλιν σὺν τῇ περιχώρῳ, [Ἄδ]ανα πόλιν σὺν τῇ περιχώρῳ, Ταρσὸν πόλιν σὺν τῇ περιχώρῳ, Ζεφύριν πόλιν σὺν τῇ | |
περιχώρῳ, Σεβαστὴν πόλιν σὺν τῇ περιχώρῳ, Κώρυκον πόλιν σὺν τῇ περιχώρῳ, Ἀγριππιάδ̣α̣ πό̣λιν σὺν τῇ περιχώρῳ, Καστάβαλα πόλιν σὺν τῇ περιχώρῳ, Νερωνιάδα Πόλιν σὺν τῇ περιχώρῳ, | |
30 | Φλαυιάδα πόλιν σὺν τῇ περιχώρῳ, Νεικόπολιν πόλιν {πόλιν} σὺν τῇ περιχώρῳ, Ἐπιφάνιαν πόλιν σὺν τῇ περιχώρῳ, Κελενδερὶν πόλιν σὺν τῇ περιχώρῳ, Ἀνεμούριν πόλιν σὺν |
τῇ περιχώρῳ, Σελινοῦν πόλιν σὺν τῇ περιχώρῳ, Μυῶν πολι̣ν̣ σὺν τῇ περιχώρῳ, Ἀντιόχιαν πόλιν σὺν τῇ περιχώρῳ, Σελεύκιαν πόλιν σὺν τῇ περιχώρῳ, Δομετίου πόλιν σὺν τῇ | |
{τῇ} περιχώρῳ, Τύανα πόλιν σὺν τῇ περιχώρῳ, Μηιακαριρη πόλιν σὺν τῇ περιχώρῳ, Κόμανα πόλιν σὺν τῇ περιχώρῳ, Κύβιστρα πόλιν σὺν τῇ περιχώρῳ, Σεβάστιαν πόλιν σὺν τῇ | |
περιχώρῳ, Βίρθαν πόλιν σὺν τῇ περιχώρῳ, Ῥακουνδιαν πόλιν σὺν τῇ Περιχώρῳ, Λάρανδα πόλιν σὺν τῇ περιχώρῳ, Ἰκόνιν πόλιν σὺν τῇ περιχώρῳ· πάσας ταύτας τὰς πόλεις | |
σὺν ταῖς περιχώροις αὐτῶν λςʹ. καὶ ἀνθρώπους τοὺς ἀπὸ τοῦ ἔ̣θνους Ῥωμιαίων ἀπὸ τῶν Ἀναριανῶν ἐν ἁρπαγῇ ἠγάγαμεν καὶ ἐν τῷ ἡμετέρῳ ἔθνει τῷ Ἀριανῶν ἐν Περσίδει καὶ | |
35 | ἐν Παρθίᾳ καὶ ἐν Οὑζηνῇ καὶ ἐν τῇ Ἀσσυρίᾳ καὶ ἐν τοῖς ἑτέροις ἔθνεσιν κατ’ ἐπαρχῖον, ὅπου ἡμῶν τε καὶ τοῦ πατρὸς ἡμῶν καὶ πάππων καὶ προγόνων ἡμῶν κτίσματα ἦν, ἐκεῖ αὐτοὺς |
ἀπεκαθίσαμεν. καὶ ἡμεῖς ἕτερα πολλὰ ἔθνη ἐζητήσαμεν καὶ πολὺ ὄνομα καὶ ἀνδρειότητα ἐπεποιήσαμεν, ἃ ἐνθάδε οὐκ ἐνεγράψαμεν πλὴν τὰ τοσαῦτα. διὰ τοῦτο ἐκελεύσαμεν γρα- | |
φῆναι, ἵνα, ὅστις μεθ’ ἡμᾶς ἔσται, τοῦτο τὸ ὄνομα καὶ τὴν ἀνδρείαν καὶ τὴν δεσποτείαν τὴν ἡμετέραν ἐπιγνώσεται. κατ’ ἐκεῖνο οὖν, ὅτι οἱ θεοὶ ἡμᾶς οὕτως δαστικερτας ἔκτισαν καὶ εἰς τὴν βοήθιαν | |
τῶν θεῶν ταῦτα τὰ τοσαῦτα ἔθνη ἐζητήσαμεν καὶ κατέχομεν, διὰ τοῦτο καὶ ἡμεῖς δὲ κατὰ ἔθνος καὶ ἔθνος πολλὰ πυρεῖα Γουαραθραν ἱδρύσαμεν καὶ πολλοῖς ἀνθρώποις μάγοις τὰ ἀγαθὰ ἐποιήσα- | |
μεν. καὶ εἰς τοῦτο τὸ νιβυστ καθιδρύσαμεν πυρεῖον ἓν Χοστρω—σαβουρ καλούμενον εἰς ἡμετέραν μνείαν καὶ ὀνόματος συντήρησιν, πυρεῖον ἓν Χοστρω—αδουραναιδ καλούμενον εἰς | |
40 | τὴν Ἀδουρ—αναιδ τῆς βασιλίσσης τῶν βασιλισσῶν τῆς θυγατρὸς ἡμῶν μνείαν κα̣ὶ ὀνόματος συντήρησιν καὶ πυρεῖον ἓν Χοστρω—ορμισδαρταξειρ καλούμενον εἰς τὴν Ὡρμισδαρταξιρ |
τοῦ μεγάλου βασιλέως Ἀρμενίας υἱοῦ ἡμῶν μνείαν καὶ ὀνόμοτας συντήρησιν, ἕτ[ε]ρον πυρεῖον ἓ̣ν Χοστρω—σαβουρ καλούμενον εἰς τὴν Σαβουρ τοῦ Μησανηνῶν βασιλέως υἱοῦ ἡμῶν | |
μνείαν καὶ ὀνόματος συντήρησιν καὶ πυρεῖον ἓ̣ν Χοστρω—ναρση καλ̣ούμενον εἰς τὴν Ἀρίαν Μασδαασνου Ναρσαίου βασιλέως Ἰνδίας Σεγιστηνῆς Τουρηνής ἕως χείλους | |
θαλάσσης υἱοῦ ἡμῶν εἰς τὴν μνείαν καὶ ὀνόματο̣ς συντήρ̣ησ[ι]ν. καὶ ἐκεῖνο, ὃ τούτοις τοῖς πυρίοις παρεσχόμεθα καὶ ἔθος κατεστήσαμεν, ὁμῶς πάντα | |
εἰς ἔνγραφον τοῦ ἀσφαλίσματος τῆς τειμῆς ἐγράψαμεν καὶ ἀπ’ ἐ̣κείνων τ[ῶ]ν χειλίων προβάτων τῶν ἀπὸ ταρκάπησιν ἐθίμων ἡμεῖν ὄντων ἡμεῖς τούτοις | |
45 | τοῖς πυρείοις ἐδώκαμεν καὶ ἐκεῖνο ἐκελεύσαμεν, ἵνα γείνηται· εἰς τὴν μνε̣ίαν ἡμῶν πρόβατον ἡμερίσιον ἓν καὶ ἄρτων μόδιος εἰς ἥμισυς, οἴνου πασατας |
τέσσερας, εἰς τὴν Σασάνου τοῦ κυρίου καὶ Παπάκου βασιλέως καὶ Σαπώρου βασιλέως Παπακαν καὶ Ἀρταξάρου βασιλέως βασιλέων καὶ Χορνανζημ τῆς τοῦ ἔθνους | |
βασιλίσσης καὶ Ἀδουρ—αναιδ βασιλίσσης τῶν βασιλισσῶν καὶ Δηνακης β̣α̣σ̣ιλίσσης καὶ Γουαραθρανου βασιλέως Γεληνῶν καὶ Σαπώρου βασιλέως | |
Μησανηνῶν καὶ Ὡρμισδ—αρταξάρου μεγάλου βασιλέως Ἀρμενίας καὶ Ναρσαίου Σεγιστηνῶν βασιλέως καὶ Σαβουρ—δουκτακ τῆς Σεγισταν(ῶν) | |
βασιλίσσης καὶ Τιεσμακ τῆς κυρίας καὶ Πηρώζου τοῦ ἐκ βασιλέων καὶ Μυρρωδ κυρίας μητρὸς Σαπώρου βασιλέως βασ̣ι̣λέων καὶ Ναρσαίου τοῦ ἐκ βασιλέων καὶ Ῥωδ- | |
50 | δουκτ<ακτ>ῆς θυγατρὸς Ἀνωσακ καὶ Γοραζ—δουκτ θυγατρὸς Χορνανζημ καὶ Σταριαδ βασιλίσσης καὶ Ὡρμισδακ υἱοῦ τοῦ Ἀρμενίων βασιλέως καὶ Ὡρμισδ καὶ Ὡρμισδακ καὶ |
Ὀδαβαχθ καὶ Γουαραθραν καὶ Σαβουρ καὶ Πηρω[ς] τοῦ Μησ̣ανην̣ῶν βασιλέως υἱῶν καὶ Σαβουρ—δουκτακ θυγατρὸς τοῦ Μησανηνῶν βασιλέως καὶ Ὠρμισδ—δουκτακ θυ- | |
γατρὸς τοῦ Σεγιστανῶν βασιλέως τῆς μνείας πρόβατον ἕν, ἄρτων μό̣διον ἕ̣να ἥμισυ, οἴνου πασεους τέσσαρας. κἀκεῖνα τὰ πρόβατα, ἅπερ ἐκεῖθεν περισσεύει, ἕως ἐξαρκέσῃ, | |
ἐν τόσῳ εἰς τὴν μνείαν ἐκείνων, ὧν ἡμεῖς ἐκελεύσαμεν, εἰς μνείαν αὐτῶν μαγεύσωσιν. καὶ ἐνθάδε ἐνγέγραπται καὶ συνέστηκεν· τῶν ἐπὶ τῆς Παπάκου βασιλέως δεσποτείας ὑπ- | |
αρξάντων Σασάνου τοῦ Ἀρνηκαν, Φαρρεκ Φαρρικαν, Γοαρθανιπατ̣ Ὡριγαν, Ἀσπωρικ Ἀσπωριγαν, Πωρικ Μερδιγαν, Ζιγ τοῦ διπνοκλήτορος, Σατώρου Γουεζηνιγαν, Σαπώρου Μεερωζι- | |
55 | νηγαν· καὶ τῶν ἐπὶ τῆς Ἀ[ρ]ταξάρου τοῦ βασιλέως βασιλέων δεσποτείας ὑπαρξάντων Σαταροπτ Ἀβρηναχ βασιλέως, Ἀρταξάρου Μαρου βασιλέως, Ἀρταξιρ Κερμαν βασιλέως, Ἀρταξιρ Σιγαν |
βασιλέως, Δηνικ Παβάκου τοῦ βασιλέως μητρός, Ῥωδακης τῆς Ἀρταξάρου τοῦ βασιλέως βασιλέων μητρός, Δηνακης βασιλίσσης βασιλισσῶν Παπακαν, Ἀρταξειρ βιδιξ, Παβάκου ἁζαροπτ, | |
Δηην Γοράζου, Σασαν Σουρην, Σασαν Ἰνδηγαν δεσπότου, Πηρωζ Καρην, Γωωκ Καρην, Ἀβουρσαμ Ἀρταξιρουφρ, Γηλιμαν ἀπὸ Δουμβαουνδ, Ῥοξ σπαπίτου, Μαρδ διβιρουπτ, Παβακ τοῦ | |
δειπνοκλήτορος, Παζήρου Γουασπεριγαν, Οὐιφερου τοῦ Οὐιφεριγαν, Μερ—χουάστου τοῦ Βερησιγαν, Χουμαφρατ μαιγανπεδ, Δηραν τοῦ ζηνιπιτ, Τζερικ τοῦ δικαστοῦ, Οὐαρδαν τοῦ ἐπὶ τῆς πάθνης, | |
Μεερ<ι>κ Τουσσεριγαν, Ζηκ Ζαβρικαν, Σαγβους τοῦ ἐπὶ τοῦ κυνηγίου, Χουδ̣ικ τοῦ ἐπὶ τῆς ἀννώνης, Διεην τοῦ ἐπὶ τοῦ οἴνου· καὶ τῶν ὑπὸ τὴν δεσποτείαν ἡμῶν γεγονότων Ἀρταξάρου βασιλέως | |
60 | τῆς Ἀδιαβηνῆς,Ἀρταξάρου βασιλέως τῆς Κιρμανζηνῆς, Δηνακη̣<ς> βασιλίσση̣<ς> Μησων δαστικιρτ Σαπωρ, Ἀμαζασπου τοῦ βασιλέως τῆς Ἰβηρίας, Οὐαλάσσου τοῦ ἐγ βασιλέων υἱοῦ Παβάκου, Σασάνου τοῦ ἐγ βασιλέω(ν) |
τοῦ <εἰ>ς Παρικον τραφέντος̣, Σασάνου τοῦ ἐγ βασιλ[έ]ων τοῦ εἰς Κιδουκαν ἀνατραφέντος Ναρσαίου τοῦ ἐγ βασιλέων Πηρωζιγαν, Ναρσαίου τοῦ ἐγ βασιλέων Σαβουργαν, Σαπωρ πιτιάξου, Παβάκου ἀζαρίπτου, Πηρώζου ἀσπιπίδου, | |
Ἀρταξαρ Γουραζ, Ἀρταξαρ Σουρην, Ναρσαίου Ἀνδηγαν κυρίου, Ἀρταξαρ Καρην, Γοαννάμου ἐπιτρόπου, Φρείκου Γουε—αντιοχσαβωρ σατράπου, Στρηδω Σαιμούστου, Ἀρταξαρ Ἀρταξαρισνουμ, Παζηρ Ταμ—σαβουρ, Ἀρταξαρ Γωμαν σατράπου, | |
Τιασμικ Νι—σαβωρ, Γοανναμ Σαπωρ—σνουμ, Τιρ—μερ Σαρακάρτων καστελλοφύλακος, Ζικ δειπνοκλήτορος, Ἀρταβάνου τοῦ ἀπὸ Τουμβαούντων, Γυνδιφερ Ἀβγαν Ῥισμαωδ καὶ Παβις Πηρωσαβωρ Σονβεδηγαν, Γουαρζιν Γη σατράπου, | |
Κιρδισ<ρ>ω πιτυάξου, Παπάκου Οὐισπερηγαν, Οὐαλάσου Σλωκαν, Ἰησδιβαδ βασιλισσῶν ἁνδαρζαβιδ, Παπάκου τοῦ σπαθοφόρου, Ναρσαίου Ῥινδ σατράπου, Τιανικ Ἀμιδαν σατράπου, Γουλβαδ τοῦ ἐπὶ τῆς ὑπηρεσίας, | |
65 | Διωμερδου Ῥαστιγαν, Ἀρταξάρου Γυιφεριγαν, Ἀβουρσαμ—σαβωρ τοῦ ἐπὶ τῶν δριγαιων, Ναρσαίου Βαρριγαν, Σαβωρ Ναρσηγσν, Ναρσαίου τοῦ ἐπὶ τῆς ἀννώνης, Ὡρμίζ<δ>ου τοῦ ἀρχιγραμματέως, Ναδωκ τοῦ ἐπὶ τῆς φυλακῆς, Παπακ |
θυρουροῦ, Πασφερδ Πασφερδιγαν, Ἀβ<δ>αγας Δησβηδιγαν, Καρτειρ μάγου, Ῥαστακ Γυε—αρταξάρων σατράπου Ἀρταξάρου Πιτιξιγαν, Μεερχουαστ γανζοφύλακος, Σαπώρου ἐπιτρόπου, Ἀστατ Μεεραν ἐπὶ ἐπιστολῶν, Σασαν | |
εὐνούχου Σασονγαν, Οὐορωδ ἀγορανόμου, Ἀρταξάρου Νηρηζ σατράπου, Βαδου Γουλιβηγαν, Κιρδειρ Ἰρδουαν, Ζαρουανδατ Βανδιγαν, Γυινναρ Σασανγαν, Μανζικ εὐνούχου, Σασάνου δικαστοῦ, Οὐαρδάνου Νασπαδιγαν, Οὐαρδικ γορα- | |
ζιβιδ· ὁμοῦ πρόβατον ἕν, ἄρτου μόδιον ἕνα ἥμισυ, οἴνου πασαιους τέσσαρες. νῦν ὥσπερ ἡμεῖς ἐπὶ τὰς χρείας καὶ θρησκείας τῶν θεῶν σπουδάζομεν καὶ τῶν θεῶν κτίσμα ἐσμὲν καὶ εἰς βοήθιαν τῶν θεῶν ταῦτα πάντα τὰ | |
ἔθνη ἐζητήσαμεν καὶ κατέσχαμεν καὶ ὄνομα καὶ ἀνδρείαν ἐπεποιησάμεθα, κἀκεῖνος δέ, ὅστις μεθ’ ἡμᾶς ἔσται καὶ εὐτυχὴς ἔσται, κἀκεῖνος ἐπὶ τὰς χρείας καὶ θρησκείας τῶν θεῶν σπουδασάτω, ἵνα οἱ θεοὶ βοηθοὶ | |
70 | αὐτῷ ἔσονται καὶ δαστικιρτην ἑαυτῶν ποιήσωνται̣. |