[ ]
Babylonia — Uruk (Warka) — 111 AD — MDAI(B) 1 (1960) 104-114
1 | ἔτους βκυʹ, μηνὸς Δείου, |
Ἀρτεμίδωρος Διογένους ὁ | |
ἐπικαλούμενος Μινναναιος | |
Τουφαιου στοιχῶν τῆι τῶν προ- | |
5 | γόνων αὐτοῦ ἀγαθῆι προαιρέσει |
ἀνέθηκεν Γαρει θεῶι χωρίον Δα- | |
ιαμεινα· τὸ δὲ κοινὸν τῶν | |
Δολλαμηνῶν ὂν εὐχά- | |
ριστον ἔκρ{ι}εινεν {²⁶ἔκρεινεν}²⁶ ἀμεί- | |
10 | ψεσθαι ἀντὶ ἀναθέματος· ἀν- |
δριάντα αὐτῶι στῆσαι ἐν ναῶι Γαρει̣ο̣ς | |
στεφανοῦν τε αὐτὸν ἐν ἑκάστηι γε- | |
νεθλιακῆι αὐτοῦ τὸν σύνπαντα χρόνον | |
οὔσηι ἕκτηι Ἀπελλαίου, παρειστᾶν αὐτῶι | |
15 | ἱερόθυτον καὶ ἀπὸ τοῦ αὐτοῦ ἱερο- |
θύτου πέμπειν αὐτῶι Ἀρτεμι- | |
δώρωι ὀσφὺν εὐσεβείας | |
καὶ εὐνοίας ἕνεκεν. |