[ ] Babylonia — Uruk (Warka) — 111 AD — MDAI(B) 1 (1960) 104-114
1 ἔτους βκυʹ, μηνὸς Δείου,
Ἀρτεμίδωρος Διογένους ὁ
ἐπικαλούμενος Μινναναιος
Τουφαιου στοιχῶν τῆι τῶν προ-
5 γόνων αὐτοῦ ἀγαθῆι προαιρέσει
ἀνέθηκεν Γαρει θεῶι χωρίον Δα-
ιαμεινα· τὸ δὲ κοινὸν τῶν
Δολλαμηνῶν ὂν εὐχά-
ριστον ἔκρ{ι}εινεν {²⁶ἔκρεινεν}²⁶  ἀμεί-
10 ψεσθαι ἀντὶ ἀναθέματος· ἀν-
δριάντα αὐτῶι στῆσαι ἐν ναῶι Γαρει̣ο̣ς
στεφανοῦν τε αὐτὸν ἐν ἑκάστηι γε-
νεθλιακῆι αὐτοῦ τὸν σύνπαντα χρόνον
οὔσηι ἕκτηι Ἀπελλαίου, παρειστᾶν αὐτῶι
15 ἱερόθυτον καὶ ἀπὸ τοῦ αὐτοῦ ἱερο-
θύτου πέμπειν αὐτῶι Ἀρτεμι-
δώρωι ὀσφὺν εὐσεβείας
καὶ εὐνοίας ἕνεκεν.
Search Help
Contact Us