[ ] Syria — Epiphaneia (Hama) — 81-96 AD — Syria 34 (1957) 278, I — IGLSyr. 5.1998
1            ἐξ ἐντολῶν αὐτοκρ̣ά̣-
      τορος 〚Δομ〛ιτιανοῦ καίσ[α]-
      ρος Σεβαστοῦ υἱοῦ, Σεβασ[τοῦ],
      πρὸς Κλαύδιον Ἀθηνόδωρον̣
5       ἐπίτροπον· ἐν τοῖς ἐξαιρέτοις
      καὶ μεγάλης χρῄζουσιν φρον-
      τίδος, ὑπὸ τοῦ θεοῦ πατρὸς Οὐε̣[σ]-
    πασιανοῦ καί̣σαρ̣ος ἐπιμελείας τετ[υ]-
    χέναι γεινώσκω τὰ τῶν πόλεων φ̣ι̣-
10      λ̣ά̣νθρωπα· οἷς ἐνατενίσας, ἐκέλευ[σε]
    μήτε ὑποζυγίων μισθώσεσιν μείτε ξέ[νων]
    ὀχλήσεσιν βαρύνεσθαι τὰς ἐπαρχείας.
   ἀλλ’ ὅμως, ὑπεί[ξ]ει ἢ οὐ ἐπ{π}ιδιορθώσεως {²⁶ἐπιδιορθώσεως}²⁶
    τυχόν, οὐ τοῦτο πεφύλακται· μένει γὰρ
15     μέχρι νῦν παλαι<ὰ> καὶ εὔτονος συνήθεια,
    κατ’ ὀλίγον χωροῦσα εἰς νόμον, εἰ μὴ ἰσχύε[ιν]
κωλυθείη δυνάμει. ἐντέλλομαι δὴ καὶ σοὶ φρον̣τ̣ί[δα]
ποιήσασθαι ὅπως μηδεὶς ὑποζύγιον λάβῃ εἰ [μὴ]
ὁ ἐμὸν ἔχων δίπλωμα· ἀδικώτατον <γ>άρ ἐστι[ν],
20 ἢ χάριτί τινων ἢ ἀξι[ώ]<σ>ει τὸ γραφὰς γεινέσθαι, ἃς [μη]-
δενὶ ἔξεστιν διδόναι ἢ ἐμοί· μηδὲν οὖν γε̣[ινέσ]-
θω ὃ τὴν ἐμὴν ἐντολὴ̣ν καταλύσει καὶ τὴν συμ̣[φο]-
ρωτάτην ταῖς πόλεσιν γνώμην φθερεῖ· βοη̣[θεῖν]
γὰρ δίκαιόν ἐστιν ἀτονούσαις ταῖς ἐπαρχε[ίαις]
25 αἳ μόγις τοῖς ἀναγκαίοις ἐξαρκοῦ<σιν>· μηδ[ὲ]
βιαζέσθω τις αὐτὰς παρὰ τὴν ἐμὴν βο[ύ]-
λησιν· ὁδηγόν τε μηδεὶς λαμβανέτω εἰ μ̣[ὴ]
ὁ ἐμὸν ἔχων δίπλωμα· ἐναποσπωμένω[ν]
γὰρ τῶν ἀγροίκων, ἀγεώργητοι μενοῦ[σιν]
30 αἱ χῶραι. σύ τε ἢ ἰδ̣ί̣οις χρησάμενος ὑπο[ζυγί]-
[ο]ις ἢ μισθωσάμενος κάλλιστα ποιήσει[ς — — —(?)]
— — —πεμ․c.4․πω․2-3․ ἃ σοὶ διπλώματα μετακ̣․
— — —ε̣ι̣ας ․․c.6․․χρωμε․c.4․ατηγΓΣ εἰς Γ(?)
— — — —Τ— — —Π#⁷#⁷— —ΠΕΜ— — —
Search Help
Contact Us