[ ]
Syria — Epiphaneia (Hama) — 81-96 AD — Syria 34 (1957) 278, I — IGLSyr. 5.1998
1 | ἐξ ἐντολῶν αὐτοκρ̣ά̣- |
τορος 〚Δομ〛ιτιανοῦ καίσ[α]- | |
ρος Σεβαστοῦ υἱοῦ, Σεβασ[τοῦ], | |
πρὸς Κλαύδιον Ἀθηνόδωρον̣ | |
5 | ἐπίτροπον· ἐν τοῖς ἐξαιρέτοις |
καὶ μεγάλης χρῄζουσιν φρον- | |
τίδος, ὑπὸ τοῦ θεοῦ πατρὸς Οὐε̣[σ]- | |
πασιανοῦ καί̣σαρ̣ος ἐπιμελείας τετ[υ]- | |
χέναι γεινώσκω τὰ τῶν πόλεων φ̣ι̣- | |
10 | λ̣ά̣νθρωπα· οἷς ἐνατενίσας, ἐκέλευ[σε] |
μήτε ὑποζυγίων μισθώσεσιν μείτε ξέ[νων] | |
ὀχλήσεσιν βαρύνεσθαι τὰς ἐπαρχείας. | |
ἀλλ’ ὅμως, ὑπεί[ξ]ει ἢ οὐ ἐπ{π}ιδιορθώσεως {²⁶ἐπιδιορθώσεως}²⁶ | |
τυχόν, οὐ τοῦτο πεφύλακται· μένει γὰρ | |
15 | μέχρι νῦν παλαι<ὰ> καὶ εὔτονος συνήθεια, |
κατ’ ὀλίγον χωροῦσα εἰς νόμον, εἰ μὴ ἰσχύε[ιν] | |
κωλυθείη δυνάμει. ἐντέλλομαι δὴ καὶ σοὶ φρον̣τ̣ί[δα] | |
ποιήσασθαι ὅπως μηδεὶς ὑποζύγιον λάβῃ εἰ [μὴ] | |
ὁ ἐμὸν ἔχων δίπλωμα· ἀδικώτατον <γ>άρ ἐστι[ν], | |
20 | ἢ χάριτί τινων ἢ ἀξι[ώ]<σ>ει τὸ γραφὰς γεινέσθαι, ἃς [μη]- |
δενὶ ἔξεστιν διδόναι ἢ ἐμοί· μηδὲν οὖν γε̣[ινέσ]- | |
θω ὃ τὴν ἐμὴν ἐντολὴ̣ν καταλύσει καὶ τὴν συμ̣[φο]- | |
ρωτάτην ταῖς πόλεσιν γνώμην φθερεῖ· βοη̣[θεῖν] | |
γὰρ δίκαιόν ἐστιν ἀτονούσαις ταῖς ἐπαρχε[ίαις] | |
25 | αἳ μόγις τοῖς ἀναγκαίοις ἐξαρκοῦ<σιν>· μηδ[ὲ] |
βιαζέσθω τις αὐτὰς παρὰ τὴν ἐμὴν βο[ύ]- | |
λησιν· ὁδηγόν τε μηδεὶς λαμβανέτω εἰ μ̣[ὴ] | |
ὁ ἐμὸν ἔχων δίπλωμα· ἐναποσπωμένω[ν] | |
γὰρ τῶν ἀγροίκων, ἀγεώργητοι μενοῦ[σιν] | |
30 | αἱ χῶραι. σύ τε ἢ ἰδ̣ί̣οις χρησάμενος ὑπο[ζυγί]- |
[ο]ις ἢ μισθωσάμενος κάλλιστα ποιήσει[ς — — —(?)] | |
— — —πεμ․c.4․πω․2-3․ ἃ σοὶ διπλώματα μετακ̣․ | |
— — —ε̣ι̣ας ․․c.6․․χρωμε․c.4․ατηγΓΣ εἰς Γ(?) | |
— — — —Τ— — —Π#⁷#⁷— —ΠΕΜ— — — |