[ ] Syria — Rhosus — 3rd c. AD — IGLSyr 3.721 — GVI I 1737 — ArchEph (1953/54) 285, 3
1 ἁ̣ μὲ̣ν̣ Ὀδυσσεῖος γαμετὰ μύθοισιν Ὁμήρου / τὰν ὕμνοις <ἀ>ρε-
τὰν ἔσχε̣ν αἰὲς κ̣λ̣υ̣μέναν· / ἁ δὲ τρόποις σεμνὴ Βεροῦς πατρὸς Χρυ-
σίππου /  ἔργοις, οὐ μύθοις, Πηνελόπα γέγονεν, / σώφρων ἐν γαμότητι,
περίφρων δ’ ἐν βιότητι, / οἰκουρὸς δ’ ἀγαθὴ καὶ βίου ἡνίοχος. / δ<ι>σσῶν δ’ οὖσα
5 ἐ̣τ̣έ̣ων καὶ δὶ̣ς̣ δ̣έκα θνῄσκει ἄωρος, / τέκνα λιποῦσα τρί<α> νήπια πατρὶ
φίλῳ. / κεῖται δ’ ἐνθάδ’, ὁδεῖτα· θεοὺς σχοί<η>ς ἐπικούρους, / εἰ Βεροῦ κούφην
γῆν ἐφέπειν σὺ λέ<γ>ῃς.
Search Help
Contact Us