SEG 14:818
[ ] Osrhoene — Sultantepe — 4th c. AD — JHS 74 (1954) 179-180
1 [Νυμφ]ῶν καὶ Παφίης Χ[αρί]των δ’ ἅμα λουτρὸν ἐτύχθην
[λυσί]πονον καμάτων, ἀκεσώδυνον, ἄλκαρ ἀνίης,
[αἰὲ]ν ἐϋφροσύνῃ μεμελημένον· ἔνθα καὶ αὐτὴ
[οἶ]κον ἔχει Πανάκια, τὸν ὤμοσε μήποτε λείψειν.
5 [Ἰ]σ̣αίου δ’ ἀρετῇ παλινάγρετον ἦλθον ἐς ἥβην.
Search Help
Contact Us