IG II² 984
[ ] Att. — non-stoich. — med. s. II a.
1 το — — — — — — — — — — — — — — — —
λει πα[— — — — — — — — — — — — τυγ]-
χάνει χρεία[ς παρεχόμενος, ὑπὲρ ὧν ἀπομε]-
μαρτύρηται αὐ[τῶι πλεονάκις πρὸς τοὺς]
5 στρατηγοὺς [τοὺς — — —· ὅπως ἂν οὖν]
ἐφάμιλλον εἶ πᾶ[σιν φιλοτιμεῖσθαι]
εἰς τὸν δῆμον ε[ἰδόσιν ὅτι χάριτας ἀξίας]
κομιοῦνται τῶν [εὐεργεσιῶν· ἀγαθεῖ τύχει]
δεδόχθαι τεῖ βουλ[εῖ τοὺς λαχόντας προέ]-
10 δρους εἰς τὴν ἐπιο[ῦσαν ἐκκλησίαν χρημα]-
τίσαι περὶ τούτων, [γνώμην δὲ ξυμβάλλεσθαι]
τῆς βουλῆς εἰς τὸν [δῆμον, ὅτι δοκεῖ τεῖ βου]-
λεῖ, ἐπαινέσαι Ἀπ[— —  — — —  Περγα]-
μηνὸν καὶ στεφαν[ῶσαι θαλλοῦ στεφάνωι]
15 εὐνοίας ἕνεκεν κ[αὶ φιλοτιμίας τῆς εἰς]
[τ]ὸν δῆμον τὸν [Ἀθηναίων· δεδόσθαι]
δὲ αὐτῶι καὶ π[ροξενίαν αἰτησαμέ]-
νωι κατὰ τὸν νόμο[ν· εἶναι δὲ αὐτῶι καὶ τὸ]
λοιπὸν φιλοτιμου[μένωι καὶ ἄλλο ἀγαθὸν εὑ]-
20 ρέσθαι παρὰ τοῦ [δήμου, οὗ ἂν δοκῆι ἄξιος]
εἶναι· ἵνα δὲ καὶ ὑ[πόμνημα ὑπάρχηι τῶν ἐ]-
ψηφισμένων, ἀν[αγράψαι τὸ ψήφισμα τόδε]
τὸν γραμματέα τ[ὸν κατὰ πρυτανείαν ἐν]
στήλει λιθίνει κ[αὶ στῆσαι ἐν ἀκροπόλει],
25 τὸ δὲ γενόμενον [ἀνάλωμα εἴς τε τὴν ἀνα]-
γραφὴν καὶ τὴν ἀ[νάθεσιν τῆς στήλης με]-
ρίσαι τὸν ταμίαν [τῶν στρατιωτικῶν].
Search Help