[ ]
Arkadia — Tegea — 2nd/1st c. BC
1 | ․․․․․․․․σ․ς κατ̣αθυΙΙΝ̣Α․․․․․․․16․․․․․․․ |
[․․․ τ]οὺς ἐν τᾶι πόλει πάντας καὶ τοὺς δούλους | |
[καὶ τὰ]ς δούλας καὶ τοὺς παρεπιδαμοῦντας | |
[ξέν]ους· ὅπως οὖν φανερὰ ἦι ἁ σύνοδος ἁμῶν | |
5 | [τιμῶσ]α τοὺς ἀγαθοὺς ἄνδρας ὡς πρέπον ἐσ- |
[τίν, ἔ]δοξε τᾶι συνόδωι τῶν γερόντων ἐπαιν[έ]- | |
[σαι Α]ἰσαγένη Βαθυκλέος ἐπὶ πᾶσι τοῖς προγε- | |
[γραμμ]ένοις, καρῦξαι δὲ καὶ ἐν τῶι ἀγῶνι τῶν Ἀλ[ε]- | |
[αίω]ν, ὅτι ἁ σύνοδος τῶν γερόντων στεφανοῖ | |
10 | [Αἰσαγ]ένη Βαθυκλέος χρυσῶι στεφάνωι καὶ εἰκ[όνι] |
[χαλκ]έ̣αι ἀρετᾶς ἕνεκεν καὶ εὐνοίας ἇς ἔχ[ων δια]- | |
[τελεῖ] εἰς αὐτάν· καθιστανέτωσαν δὲ οἱ σ․․․․․ |