[ ] Arkadia — Tegea — 218 BC
1 ὁπότε Θεόκριτος καὶ Ἀμφάλκης τῶν πολεμίων
ἐπι<β>άντων ἐπὶ τὰ τείχεα ἄνδρες ἀγαθοὶ
ἐγένοντο μαχόμενοι ὑπὲρ τᾶι τᾶς πόλιο̣[ς]
ἐλευθερίαι, καὶ ἀπεδείξαντο τὰν εὔνοιαν
5 ἀξίως τῶ προκειμένω κινδύνω, δεδόχθαι
τᾶι πόλι ἀνκαρῦ̣ξ̣αι αὐτὸς ἀνδραγαθίαυ
κατὸν νόμον, καὶ ἀνγράψαντας τὸ ψάφισμα
τόδε τὸς στραταγὸς τὸς περὶ Στρατέαν
εἰς στάλαν ἀνθῆναι ἰν τὰν ἀγοράν, ὅπως κ<αὶ>
10 οἱ λοιποὶ λεύ̣σ̣οντες τὰν τᾶς πόλιος ε[ὐ]-
χαριστίαν ἄνδρες ἀγαθοὶ γίνωνται· γρά-
ψ̣αι δὲ ἰν τὰν στ̣ά̣λαν τὰν αὐτάν, ὅθι̣ καὶ οἱ
[π]ερ̣ὶ Θεόκριτον, Σιμίδαν v Νικίαν v Ξένιππον
Ἀρχέαν Ἐπιτέλην.
Search Help
Contact Us