[ ]
Arkadia — Tegea — 218 BC
1 | ὁπότε Θεόκριτος καὶ Ἀμφάλκης τῶν πολεμίων |
ἐπι<β>άντων ἐπὶ τὰ τείχεα ἄνδρες ἀγαθοὶ | |
ἐγένοντο μαχόμενοι ὑπὲρ τᾶι τᾶς πόλιο̣[ς] | |
ἐλευθερίαι, καὶ ἀπεδείξαντο τὰν εὔνοιαν | |
5 | ἀξίως τῶ προκειμένω κινδύνω, δεδόχθαι |
τᾶι πόλι ἀνκαρῦ̣ξ̣αι αὐτὸς ἀνδραγαθίαυ | |
κατὸν νόμον, καὶ ἀνγράψαντας τὸ ψάφισμα | |
τόδε τὸς στραταγὸς τὸς περὶ Στρατέαν | |
εἰς στάλαν ἀνθῆναι ἰν τὰν ἀγοράν, ὅπως κ<αὶ> | |
10 | οἱ λοιποὶ λεύ̣σ̣οντες τὰν τᾶς πόλιος ε[ὐ]- |
χαριστίαν ἄνδρες ἀγαθοὶ γίνωνται· γρά- | |
ψ̣αι δὲ ἰν τὰν στ̣ά̣λαν τὰν αὐτάν, ὅθι̣ καὶ οἱ | |
[π]ερ̣ὶ Θεόκριτον, Σιμίδαν v Νικίαν v Ξένιππον | |
Ἀρχέαν Ἐπιτέλην. |