[ ]
Arkadia — Tegea — 218 BC
| 1 | ὁπότε Θεόκριτος καὶ Ἀμφάλκης τῶν πολεμίων |
| ἐπι<β>άντων ἐπὶ τὰ τείχεα ἄνδρες ἀγαθοὶ | |
| ἐγένοντο μαχόμενοι ὑπὲρ τᾶι τᾶς πόλιο̣[ς] | |
| ἐλευθερίαι, καὶ ἀπεδείξαντο τὰν εὔνοιαν | |
| 5 | ἀξίως τῶ προκειμένω κινδύνω, δεδόχθαι |
| τᾶι πόλι ἀνκαρῦ̣ξ̣αι αὐτὸς ἀνδραγαθίαυ | |
| κατὸν νόμον, καὶ ἀνγράψαντας τὸ ψάφισμα | |
| τόδε τὸς στραταγὸς τὸς περὶ Στρατέαν | |
| εἰς στάλαν ἀνθῆναι ἰν τὰν ἀγοράν, ὅπως κ<αὶ> | |
| 10 | οἱ λοιποὶ λεύ̣σ̣οντες τὰν τᾶς πόλιος ε[ὐ]- |
| χαριστίαν ἄνδρες ἀγαθοὶ γίνωνται· γρά- | |
| ψ̣αι δὲ ἰν τὰν στ̣ά̣λαν τὰν αὐτάν, ὅθι̣ καὶ οἱ | |
| [π]ερ̣ὶ Θεόκριτον, Σιμίδαν v Νικίαν v Ξένιππον | |
| Ἀρχέαν Ἐπιτέλην. |