[ ] Arkadia — Tegea — stoich. (ll.2-19) — bef. 228 BC
1     [θ]εός· τύχη.
ἔδοξε τῆι πόλει τῶν Τεγεατῶ-
ν Ἁγήσανδρον Νικοστράτου Θ-
εσσαλὸν ἐξ Σκοτούσσης Τεγε-
5 ατῶν πρόξενον εἶναι καὶ εὐε-
ργέτην αὐτὸν καὶ ἐγγόνους, κ-
αὶ εἶναι αὐτῶι ὡς εὐεργέτηι
ὄντι ἰσοπολιτείαν καὶ ἔμπα-
σιν οἰκίας καὶ γῆς, ἐπινομία-
10 ν, ἀσυλίαν, ἀτέλειαν, ἀσφάλει-
αν καὶ ἐμ πολέμωι καὶ ἐν εἰρή-
νηι καὶ αὐτῶι καὶ γένει. προ-
στάτα<ι> τοῦ δάμου· Λύκιος, Θεό-
κριτος, Ἀλέξανδρος, στραταγο-
15 ί· Οἴκιος, Δυαῖος, Κάμπας, Κλεα-
ίνετος, Φιλέας, Εὐδοξίδας, Ξε-
νοκλῆς, Ἱππίας, Κλεόκριτος, Ὑ-
λαῖος, Αὐτοκλῆς, ἵππαρχος· Τεί-
σανδρος, γραμματεύς· Ἁγέας,
20 ἱερεὺς τῆς Ἀθηνᾶς· Εὐαίνετος.
Search Help
Contact Us