[ ] Arkadia — Tegea — stoich. — ca. 390 BC
1 (I) τὸν ℎιερὲˉν πέντε καὶ εἴκοσι οἶς νέμεν καὶ ζεῦγο-
ς καὶ αἶγα· εἰ δ’ ἂν καταλλάσσεˉ, ἰνφορβισμὸν ἐ͂ναι· τ-
ὸν ℎιερομνάμονα ἰνφορβίεν· εἰ δ’ ἂν λευτὸν μὲˉ ἰνφ-
ορβίεˉ, ℎεκοτὸν δαρχμὰς ὀφλὲν ἰν δᾶμον καὶ κάταρ-
5 ϝον ἐ͂ναι ⋮⋮ (II) τὸν ℎιεροθύταν νέμεν ἰν Ἀλέαι ὅ,τι ἂν ἀ-
σκεˉθὲˉς ἐ͂, τὰ δ’ ἀνασκεˉθέα ἰνφορβίεν, μὲˉ δ’ ἐσπερᾶσα-
ι πὰρ ἂν λέγεˉ ℎιεροθυτές· εἰ δ’ ἂν ἐσπεράσεˉ, δυόˉδεκ-
ο δαρχμὰς ὀφλὲν ἰν δᾶμον. ⋮⋮ (III) τᾶς τριπαναγόρσιος τ-
ὰς ὑστέρας τρῖς ἁμέρας νέμ̣εν ὅτι ℎὰν βόλεˉτοι ὃς
10 μὲˉ ἰν τοῖ περιχόˉροι· εἰ δ’ ἂν ἰν τοῖ περιχόˉροι, ἰνφο-
ρβίεν ⋮⋮ (IV) ἰν Ἀλέαι μὲˉ νέμεν μέˉτε ξένον μέˉτε ϝαστὸν
εἰ μὲˉ ἐπὶ θοίναν ℎίκοντα, τοῖ δὲ ξένοι καταγομέν-
οι ἐξε͂ναι ἁμέραν καὶ νύκτα νέμεν ἐπιζύγιον· εἰ δ’
ἂν πὰρ τάνυ νέμεˉ, τὸ μὲν μέζον πρόβατον δαρχμὰν ὀ-
15 φλέν, τὸ δὲ μεῖον ἰνφορβίεν ⋮⋮ (V) τὰ ℎιερὰ πρόβατα μὲˉ
νέμεν ἰν Ἀλέαι πλὸς ἁμέραυ καὶ νυκτός, εἰκ ἂν διε-
λαυνόμενα τύχεˉ· εἰ δ’ ἂν νέμεˉ, δαρχμὰν ὀφλὲν τὸ πρό-
βατον ϝέκαστον τὸ μέζον, το͂ν δὲ μειόνοˉν προβάτοˉ-
ν ὀδελὸν ϝέκαστον, τᾶν συο͂ν δαρχμὰν ϝεκάσταυ, ε[ἰ]
20 μὲˉ παρℎεταξάμενος τὸς πεντέˉκοντα ἒˉ τὸς τριακα̣-
σίος. ⋮⋮ (VI) εἰκ ἐπὶ δο͂μα πῦρ ἐποίσεˉ, δυόˉδεκο δαρχμὰς̣
ὀφλέν, τὸ μὲν ἕˉμισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισυ τοῖς̣ ℎιερ[ο]-
μνάμονσι ⋮⋮ (VII) εἰκ ἂν παραμαξεύεˉ θύσθεν τᾶς κελε[ύθ]-
οˉ τᾶς κακειμέναυ κατ’ Ἀλέαν, τρῖς ὀδελὸς ὀφλὲ[ν ἀν]-
25 τὶ ϝεκάσταυ, τὸ μὲν ℎέˉμισυ τᾶι θεοῖ, τὸ δ’ ἕˉμισ[υ τοῖ]-
ς ℎιερομνάμονσι ⋮⋮ (VIII) τᾶι παναγόρσι τὸς ℎιερ[ομνάμ]-
ονας ἀρτύεν τὰ ἰν ταῖς ἰνπολαῖς πάντα τἆ[λλα(?) ⋮⋮ (IX) τ]-
ὸς δαμιοργὸσς̣ τὸν κόπρον τὸν ἀπυδόσμ[ιον ἐξάγε]-
[ν] τᾶι ℎεβδόμαι το͂ Λεσχανασίοˉ μεˉνός· [εἰ δὲ μέˉ, δαρχ]-
30 [μὰ]ν ὀφλέν ⋮⋮ (X) τὸν Παναγόρσιον με͂να τὸν̣ ․․․․9․․․․
․․․ά̣ζεν τοῖς ξένοις, εἰκ ἂν ἰόν̣τα Ι̣#⁷․․․․9․․․․
․․5․․ εἰ δ’ ἀπιόντα ει#⁷․․․․․․․․․21․․․․․․․․․․
․․6․․․ν̣ δάμοι ἐφαγ․․․․․․․․․․23․․․․․․․․․․․
․․․8․․․․αι τὸς ι․․․․․․․․․․․25․․․․․․․․․․․․
35 ․․․․9․․․․νον․․․․․․․․․․․․27․․․․․․․․․․․․․
             {²reliqua desunt
Search Help
Contact Us