[ ] Pal. — Gadara (Umm Qais) — Emmatha Gadarorum (el-Hammeh) — ca. 455 AD — IEJ 32 (1982) 77, 1 — Qadmoniot 16 (1983) 28-36
1          ☩ Εὐδοκίας Αὐγούστης ☩
πολλὰ μὲν ἐν βιότῳ κ(αὶ) ἀπίρονα θαύματ’ ὄπωπα,
τίς δέ κεν ἐξερέοι, πόσα δὲ στόματ’, ὦ κλίβαν’ ἐσθλέ,
σὸν μένος, οὐτιδανὸς γεγαὼς βροτός; ἀλλά σε μᾶλλο(ν)
5 ὠκεανὸν πυρόεντα νέον θέμις ἐστὶ καλεῖσθαι.
παιάνα καὶ γενέτην γλυκερῶν δοτῆρα ῥεέθρων.
ἐκ σέο τίκτεται οἶδμα τὸ μύριον, ἄλλυδις ἄλλῃ,
ὅππῃ μὲν ζεῖον, πῇ δ’ αὖ κρυερόν τε μέσον τε.
τετράδας ἐς πίσυρας κρηνῶν προχέεις σέο κάλλος.
10 Ἰνδή · Ματρώνα τε · Ῥεπέντινος· Ἠλίας ἁγνός ·
Ἀντωνῖνος εὔς · Δροσερὰ Γαλατία · καὶ αὐτὴ
Ὑγεία · καὶ χλιαρὰ μεγάλα · χλιαρὰ δὲ τὰ μικρὰ ·
Μαργαρίτης · κλίβανος παλεός · Ἰνδή τε · καὶ ἄλλη
Ματρώνα · Βριαρή τε Μονάστρια · κ’ ἡ Πατριάρχου.
15 ὠδείνουσι τεὸν μένος ὄβριμον ἠνεκ̣[ὲς ἀιέν],
ἀλλὰ θεὸν κλυτόμητιν ἀείσο[μαι – ⏑ ⏑ – –]
εἰς εὐεργεσείην μερόπων τε χρ[⏑ – ⏑ ⏑ –].
Search Help
Contact Us