[ ]
Messenia? — prov. unkn. — 2nd c. BC
[— — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — εὐ]κ̣οσμίαν [— — — — — —] |
[— — — — ἐπὶ] δ̣εῖπνον ἑρψεῖ δ̣[— — — —] | |
[— — — —] ε̣ἰ <δ>έ τίς κα ποεῖ πὰρ τ̣[ὸν νό]- | |
[μον, ζ]α̣μιούσθω ὑπὸ τᾶς θοιναρμοσ̣[τρί]- | |
5 | [α]ς̣ ΗΗ ἱεραῖς τᾶς Δάματρος· θ̣ηρήτω [δὲ] |
ἁ θοιναρμόστρια καὶ ταὶ ἱεραὶ καὶ τᾶν ἀ[λ]- | |
λᾶν ἁ ἐπιτυχῶσα· εἰ δέ κα ἁ θοιναρμό%⁸¹- | |
σ̣τρια ποθιῆι πὰρ τὸν νόμον τινὰ ποιῆν ἢ αὐ̣- | |
τ̣ὰ παρνομεῖ, ἀποτεισάτω ΗΗ ἱερὰς τᾶς Δ[ά]- | |
10 | ματρος· τοὶ δὲ βίδυιοι πράξαντες τὸ ἐπιζά- |
μιον τὰν θοιναρμόστριαν ἀποδόντω τᾶι [θε]- | |
ῶι· τὰν δὲ ῥήτραν ταύταν γράψαντες ἐν vacat | |
στάλαν λιθίναν ἀνθέντω τοὶ βίδυιοι ὑπὸ | |
τὸν ναὸν τᾶς Δάματρος. |