[ ] Pal. — Beth She‘arim — 3rd c. AD — IEJ 6 (1956) 78-88 — W. Peek, GVI I 2037a
                anaglypha
1   εὐλογία {²instrumentorum sacrorum}²  τῇ ὁσίᾳ.
Καρτερίης τόδε σῆμα λίψανον φέρει φθιτὸν
ἄφθιτον ἠὲ λαμπρὰν σῷζον μνίαν γεναίης·
θήκατο δέ μιν ἐνθάδε Ζηνοβία
5 μητέρος ἑῆς τίουσα [ἐφ]ημοσύνας.
5a {²hedera   hedera   hedera}²
6 τοῦτό σοι, μακαρτάτη, καρπὸς σὸς ἐδίματο
ἣν τέκες ἐξ ἀγανῶν εὐσεβίην λαγόνων·
ῥέζει γὰρ κλυτὰ ἔργα ἐνὶ φθιμένοις αἰεί,
ὄφρα δὴ ἄμφω καὶ μετὰ τέρμα βίου
10 νέον ἠδ’ ἀσκύλευτον αὖθις ἔχοιτε πλοῦτον.
Search Help
Contact Us