[ ] Pal. — Nazareth? [Paris, Bibl. Nat.] — 1st c. AD — RH 163 (1930) 241-266 — L. Robert, Coll. Froehner I (1936) 114, 70
1 διάταγμα Καίσαρος.
ἀρέσκει μοι τάφους τύνβους
τε οἵτινες εἰς θρησκείαν προγόνων
ἐποίησαν ἢ τέκνων ἢ οἰκείων,
5 τούτους μένειν ἀμετακεινήτους
τὸν αἰῶνα· ἐὰν δέ τις ἐπιδίξῃ τι-
νὰ ἢ καταλελυκότα ἢ ἄλλῳ τινὶ
τρόπῳ τοὺς κεκηδευμένους
ἐξερριφφότα ἢ εἰς ἑτέρους
10 τόπους δώλῳ {²sic}² πονηρῷ̣ με-
τατεθεικότα ἐπ’ ἀδικίᾳ τῇ τῶν
κεκηδευμένων ἢ κατόχους ἢ λί-
θους μετατεθεικότα, κατὰ τοῦ
τοιούτου κριτήριον ἐγὼ κελεύω
15 γενέσθαι, καθάπερ περὶ θεῶν
ε[ἰ]ς τὰς τῶν ἀνθρώπων θρησκ̣-
κε̣ί̣ας· πολὺ γὰρ μᾶλλον δεήσει
τοὺς κεκηδευμένους τειμᾶν·
καθόλου μηδενὶ ἐξέστω μετα-
20 κεινῆσαι· εἰ δὲ μή, τοῦτον ἐγὼ κε-
φαλῆς κατάκριτον ὀνόματι
τυμβωρυχίας θέλω γενέσθαι.
Search Help
Contact Us