[ ]
Pal. — Nazareth? [Paris, Bibl. Nat.] — 1st c. AD — RH 163 (1930) 241-266 — L. Robert, Coll. Froehner I (1936) 114, 70
1 | διάταγμα Καίσαρος. |
ἀρέσκει μοι τάφους τύνβους | |
τε οἵτινες εἰς θρησκείαν προγόνων | |
ἐποίησαν ἢ τέκνων ἢ οἰκείων, | |
5 | τούτους μένειν ἀμετακεινήτους |
τὸν αἰῶνα· ἐὰν δέ τις ἐπιδίξῃ τι- | |
νὰ ἢ καταλελυκότα ἢ ἄλλῳ τινὶ | |
τρόπῳ τοὺς κεκηδευμένους | |
ἐξερριφφότα ἢ εἰς ἑτέρους | |
10 | τόπους δώλῳ {²sic}² πονηρῷ̣ με- |
τατεθεικότα ἐπ’ ἀδικίᾳ τῇ τῶν | |
κεκηδευμένων ἢ κατόχους ἢ λί- | |
θους μετατεθεικότα, κατὰ τοῦ | |
τοιούτου κριτήριον ἐγὼ κελεύω | |
15 | γενέσθαι, καθάπερ περὶ θεῶν |
ε[ἰ]ς τὰς τῶν ἀνθρώπων θρησκ̣- | |
κε̣ί̣ας· πολὺ γὰρ μᾶλλον δεήσει | |
τοὺς κεκηδευμένους τειμᾶν· | |
καθόλου μηδενὶ ἐξέστω μετα- | |
20 | κεινῆσαι· εἰ δὲ μή, τοῦτον ἐγὼ κε- |
φαλῆς κατάκριτον ὀνόματι | |
τυμβωρυχίας θέλω γενέσθαι. |