[ ]
Pal. — Tiberias — 3rd c. AD — JPOS 16 (1936) 158-165
1 | ἐνθάδε κεῖμε Ἄμανδος, τρυφῆς πάσης ὁ μετασχών, |
ἰσοθέως ζήσας πουλὺν ἐτῶν ἀριθμόν, | |
ἐνδόξως {ς} στρατιᾶς ἄρξας δεκαταρχίδι τειμῇ, | |
καὶ μετὰ τὸν θάνατον ζῶσαν ἔχων ἀρετήν. | |
5 | τίς γὰρ τόσσ’ ἐτρύφησεν ἐν ἀνθρώποις ὅσ’ ἐγώ περ; |
ἢ τίς ὑπὸ πάτρης τόσσην ἔσχ’ ἀγάπην; | |
γνώριμος ἐν πολλοῖσιν ὑπάρχων ἀν[δ]ράσιν αἰεί, | |
ὃν ποθέεσκε πάτρη, ἣ τέκεν ε̣υ̣— — |