[ ] Messenia — Messene — reign of Nero
1  Νέρωνα Κλαύδιον θεοῦ Κλαυδίου
 υἱόν #⁵⁶ Τιβερίου Κα[ί]σαρος Σεβαστοῦ
 καὶ Γερμανικοῦ Καίσαρος ἔκγονον, θεοῦ
 Σεβαστοῦ ἀπόγονον #⁵⁶ Καίσαρα Σεβαστόν,
5  Γερμανικόν, ἀρχιερέα, δημαρχικῆς ἐξουσία̣[ς],
 Αὐτοκράτορα, vac. Κλεόφατος Ἀριστέως φιλόκαι-
σαρ, ὁ ἱερεὺς α̣ὐτο̣ῦ̣ πρῶτος καὶ ἱερεὺς Ῥώμης
καὶ γραμμ̣α̣τ̣ε̣ὺς συνέδρων καὶ ἀγορανόμος,
πρεσβε̣ύ̣σα̣ς ὑπὲρ τῆς Ἑλλάδος πρὸς αὐτὸν
10 ἐν τῷ αὐτῷ ἔτει, ἐκ τῶν ἰδίων πρῶτος
vac. ὑπὲρ τὴν πόλιν ἀνέθηκεν. vac.
Search Help
Contact Us