[ ] Messenia — Messene — 39 BC
1 [Κρεσφον]τ̣ίδος· ἑκατὸν εἴκοσι δύο τάλαντα, τριάκοντα μναῖ, στατήρ, ὀκτώβολοι, ἡμιωβέλιον·
[Δαϊφοντί]δ̣ος· ἑκατὸν ἓξ τάλαντα, πεντήκοντα μναῖ ἕξ, πέντε στατῆρες, ὀκτώβολοι·
Ἀρ̣[ιστομ]α̣χίδος· διακόσια τεσσαράκοντα ἐννέα τάλαντα, τέσσαρες μναῖ, εἴκοσι στατῆρες,
    δέκ’ ὀβολοί·
5   Ὑλλίδος· ἑκατὸν τεσσαράκοντα ἐννέα τάλαντα, δέκα στατῆρες πέντε, ὀβολός·
 Κλεολαΐας· διακόσια ἑξήκοντα ἓν τάλαντα, πεντήκοντα μναῖ, στατήρ, τετρώβολον,
   δέκα χαλκοί·
 ξένων σὺν τοῖς τετιμαμένοις ἐν τᾶι φυλᾶι Ῥωμαίοις· ἑκατὸν εἴκοσι ἐννέα τά-
  λαντα, δέκα μναῖ μία, εἴκοσι στατῆρες δύο, δραχμά.
10       κεφαλά· χίλια δέκα ὀκτὼ τάλαντα, τριάκοντα μναῖ δύο, στατήρ, ὀκτ’ ὀβολοί, δέκα χαλκοί.
 τεχνιτᾶν, ὃ οὔκ ἐστιν συνκεφαλαιωμένον ἐν ταῖς φυλαῖς, οἷς καὶ ψαφίζεται τὸ κεφάλωμα
  τᾶς ὑπάρξιος· τριάκοντα ἓν τάλαντα, τεσσαράκοντα μναῖ ἐννέα, δέκα στατῆρες πέντε, δέκ’ ὀβολοί·
 καὶ ὀλυμπιονικᾶν τέσσαρα τάλαντα, δέκα μναῖ πέντε, δέκα στατῆρες τρεῖς, ἐννέ’ ὀβολοί·
 καὶ τῶν μὴ τετιμαμένων ἐπὶ Δάμωνος Ῥωμαίων καὶ ὑπὸ συμβόλων χωρὶς τᾶς παρατιμασίας, ἐπεί ἐστι[ν]
15  ἐν ταῖς μαστρείαις· ἑκατὸν δέκα ὀκτὼ τάλαντα, εἴκοσι μνα<ῖ> μία, εἴκοσι στατῆρες δύο, ἑπτ’ ὀβολοί·
 παρατιμασίας τό τε ἐπικριθὲν ἐκ τᾶν μαστρειᾶν καὶ ὃ ἐπεγράψαντο χωρὶς τῶν ἀκρίτων ἕως μη-
   νὸς δεκάτου· ἑβδομήκοντα τρία τάλαντα, εἴκοσι μναῖ πέντε, δέκα στατῆρες δύο, ἕνδεκ’ ὀβολοί·
καὶ τῶν μὴ τιμασαμένων, ὀφειλόντων δὲ θέμεν τὰς εἰσφοράς, οἷς καὶ συνάγεται, κεφάλωμα·
 ἑπτὰ τάλαντα, πεντήκοντα μναῖ, εἴκοσι στατῆρες πέντε.
20       κεφαλά· χίλια διακόσια πεντήκοντα ἓξ τάλαντα, πέντε μναῖ, δέκα στατῆρες ἕ̣ξ, δέκ’ ὀ-
       βολοί, δέκα χαλκοί.
ἀπὸ τούτων ἀφαιρεῖται· τετιμαμένων τὰ αὐτὰ ἐπὶ Δάμωνος δύο τάλαντα, τριάκοντα μναῖ
    τέσσαρες.
τιμασία Ἱππ̣[ί]σ̣κας καὶ Καλλίστας τῶν Θάλωνος ἀγρῶν σὺν παρατιμασίαι· ὀκτὼ τάλαν-
25  τα, τριάκον̣τα μναῖ ἑπτά, εἴκοσι στατῆρες εἷς, ὀκτώβολοι.
Αὐτομείας Νεμερίου, ἇς ἐτετίματο Δαμίων· δύο τάλαντα, πεντήκοντα μναῖ.
   κεφαλά· δέκα τέσσαρα τάλαντα, μνᾶ, εἴκοσι στατῆρες εἷς, ὀκτώβολοι.
λοιπόν, ἀφ’ οὗ δεῖ πεσεῖν τὰν ὀκτώβολον εἰσφοράν· χίλια διακόσια τεσσαράκοντα
  τάλαντα, τέσσαρες μναῖ, τριάκοντα στατῆρες, δύ’ ὀβολοί, δέκα χαλκοί.
30 τούτου εἰσφορὰ ὀκτώβολος· δειναρίου ἐννέα μυριάδες, ἐνακισχίλια τριακόσια ἑξήκοντα
   πέντε, δύ’ ὀβολοί.
τούτου πέπτωκε ἕως ἑβδόμου τριακοστᾶς, καθὼς ἀναγέγραπται ἐπὶ τοῦ τοίχου ὑπὸ τῶν ἐκλογέων·
 ὀκτάκις μύρια τρισχίλια πεντακόσια ἑβδομήκοντα τέσσαρα, τρίχαλκον.
     λοιπὸν ὃ δεῖ πεσεῖν· μύρια πεντακισχίλια ἑπτακόσια ἐνενήκοντα ἑπτά, πέντ’ ὀβολοί,
35       ἐννέα χαλκοί.
 τούτου ἐν στρατευομένοις τετρακόσια δέκα ἕν, ἓξ χαλκοί·
  μεταλλαγότων ἐλευθέρων· τετρακόσια ὀγδοήκοντα ἑπτά, ἓξ χαλκοί·
  χειροτέχναις λειτουργούντοις· ὀγδοήκοντα ἐννέα, δύ’ ὀβολοί, ἓξ χαλκοί·
  ἐρέταις δούλοις· ὀγδοήκοντα δύο, πέντ’ ὀβολοί·
40  ἐν ἀκαταβόλοις Κρεσφοντίδος· χίλια ὀκτακόσια ἑβδομήκοντα, τετρώβολον·
40a Δαϊφοντίδος· χίλια ἑκατὸν πεντήκοντα ὀκτώ, τριώβολον, ἓξ χαλκοί·
41  Ἀριστομαχίδος· δισχίλια διακόσια δύο, πέντ’ ὀβολοί.
 Ὑλλίδος· δισχίλια ἑκατὸν ἑβδομήκοντα ἑπτά, τε̣τρώβολον, ἓξ χαλκοί·
  Κλεολαΐας· χίλια τετρακόσια ὀγδοήκοντα, πέντ’ ὀβολοί, ἓξ χαλκοί·
 ξένων· τρισχίλια ἑπτακόσια πεντήκοντα δύο.
45  ἀτιμάτων· ἐνενήκοντα ἑπτά, δύ’ ὀβολοί·
Ῥωμαίων καὶ ὑπὸ συμβ̣όλων· χ̣ί̣λια τετρακόσια εἴκοσι τέσσαρα·
 ἀνεισφόρων καὶ ὀλυμπιονικῶν· χίλια τριακόσια τεσσαράκοντα ἐννέα, πέντ’ ὀβολοί.
Search Help
Contact Us