[ ] Messenia — Messene — 39 BC
1      ἐπὶ Ἀγάθου̣ [(patris nomen) — — — — — —]ς ἐκ τ̣ο̣ῦ δόγ̣μ̣[ατος].
εἰσενέγκαντος εἰς τοὺς συνέδρους [Ἀριστοκλ]έος τοῦ γραμματέος τ̣[ῶν συνέδρων]
 τὸν διαψαφισμὸν τᾶς ὀκτωβόλου εἰσφορᾶ̣[ς καὶ ἀπο]λογισαμένου περὶ τῶν π[επτωκότων ἐξ αὐ]-
 τᾶς χρημάτων, καὶ ὡς ἕκαστα αὐτῶν εἰς τὰ ἐπιτα̣[κτὰ κ]εχῶρηκε, καὶ ὅτι εἰς οὐθὲν ἄ̣[λ]λ̣[ο ἢ ταῦτα ἀ]-
5  νακέχρηται, καὶ περὶ τῶν ποτοφειλομένων ἐκ τᾶ̣[ς εἰσφο]ρᾶς χρημάτων ποιησαμένου ἐν [τῶι θεά]-
 τρωι τοὺς διαλογισμοὺς ποτὶ τοὺς ἰδιώτας παρόντο̣[ς Ο]ὐ̣ιβ̣ίου τοῦ στραταγοῦ καὶ φροντίσα[ντος],
 ὅπως, ὅσον ἐστὶ δυνατόν, εἰσοδιασθεῖ τὰ ὀφειλόμενα̣ [τῇ πό]λει καθὼς καὶ αὐτοὶ οἱ σύνεδροι π[αρόν]-
 τες ἐδικαίουν εἵνεκεν τοῦ τὸ ἐπίτα̣γμα ἐκβιβασθῆμε̣[ν, καὶ] μ̣ὴ γενέσθαι μήτε δανεισμὸν μή̣[τε]
 λεῖμμα περὶ ταύτας τᾶς εἰσφορᾶς, περὶ ὧν καὶ πάντες οἱ σύνε̣[δρ]ο̣ι ἀποδ̣ε̣ξάμενοι αὐτοῦ τάν τε ἐπι%⁸¹-
10  μέλειαν καὶ καθαρειότατα μετὰ Οὐ[ιβ]<ί>ου τοῦ στραταγοῦ ἐπηνέ̣[χ]θ̣ησαν στεφανῶσαι αὐτὸν εἰκόνι
 χαλκέαι, Οὐίβιος δὲ ὁ στραταγὸς ἐδωρήσατο αὐτῶι παρόντων τῶ[ν π]ο̣λιτᾶν κατὰ πρόσωπον, ὅπως φο-
 ρῆι δακτύλιον χρυσοῦν, αὐτοί τε οἱ σύνεδροι τιμὰν ἔδωκαν [αὐτῶι τ]ὰν αὐτὰν μετὰ τᾶς εἰκόνος, καὶ
 ἐμφανιζόντων καὶ πλειόνων διότι καλῶς <ἔχει φροντίσαι> τοῦ ἀποδέξασθαι τὰς τ̣[ιμὰς Ἀ]ριστοκλῆ τὸν γραμματῆ τῶν
 συνέδρων, οὗ καὶ ἀποδεξαμένου, vac. ἔδοξε τοῖς συνέδροις· ἐπαινέ[σ]α̣ι̣ Ἀριστοκ̣λῆ ἐπὶ τᾶι ἐπιμε-
15  λείαι καὶ καθαρειότατι, ἐφ’ ἇι ἔχει περὶ τὰ κοινὰ τᾶς πόλεος πράγματα ἔ[ν τ]ε τού̣τοις καὶ ἐν τοῖς vacat
 λοιποῖς πᾶσι τοῖς ὑπὲρ τὰν πόλιν διοικουμένοις, καὶ εἶμεν καταμόνο[υς] τ̣ὰ̣ς δεδομένας αὐ-
 τῶι τιμὰς ὑπό τε τῶν συνέδρων καὶ τοῦ στραταγοῦ· καὶ ἐξέστω αὐτῶι στᾶσαι τὰ̣[ν] ε̣[ἰ]κόνα πρὸ τοῦ ἀρ-
 χείου τοῦ γραμματέος τῶν συνέδρων καὶ ἐπιγράψαι ἐπὶ τὸ βάθρον αὐτᾶς, "ἁ πόλι̣[ς] Ἀ̣ριστοκλῆ vacat
 Καλλικράτεος γραμματίζοντα συνέδροις ἀρετᾶς ἕνεκεν καὶ εὐνοίας, ἇς ἔχων δ̣[ια]τ̣ελεῖ εἰς αὑ-
20  τάν". τὸ δὲ εἰς τὰν εἰκόνα καὶ τὸ βάθρον ἀνάλω̣μα ἐξοδιασθῆμεν ἐκ τᾶν τᾶς πόλεος εἰσόδων κ̣[αὶ ἔ]στω ἐπι%⁸¹-
 στάτας ἐπί τε τὰν εἰκόνα̣ κα̣ὶ τὸ βάθρον αὐτός. vacat
                                                                  {²spatium trium versuum
22 ἐπεὶ Ἀριστοκλῆς ὁ γραμματεὺς τῶν συνέδρων παραλαβὼν τὰν ἐμπιστευ̣θ̣εῖσαν ἀρχὰν αὐτῶι ὑ̣[πὸ]
 τῶν ἀρχόντων καὶ συνέδρων ἐποιεῖτο πρόνοιαν εὐθέως τοῦ τάν τε πόλιν καὶ τοὺς κατοικοῦντας αὐτὰν φυ[λά]-
 ξαι καθηκόντως, ὅσον ἐπ’ αὐτῶι, καὶ πρῶτον μὲν ἐπιμέλειαν ἐποιήσατο τοῦ πάντας τοὺς τᾶς πόλεος χ̣[ει]-
25  ρισμοὺς εἰς τὸ ἐμφανὲς ἀναγράφεσθαι εἰς τὸν τοῖχον ἐπ’ ἀμέρας ὑπὸ τῶν χειριζόντων τι τᾶς πόλεος, ὑπ[ό]-
 δειγμα τιθεὶς τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν περὶ τοῦ καθαρῶς τε καὶ δικαίως ἄρχειν· αὐτὸς δὲ κατὰ πᾶν ἀνυ-
 πονοήτως θέλων ὑπάρχειν παρὰ πᾶσιν τοῖς πολίταις, ὅτι καθαρῶς ἀναστρέφεται, χειρισμὸν οὐ πεποίηται
χρημάτων οὔτε δι’ αὐτοσαυτοῦ οὔτε κατὰ παρεύρεσιν δι’ ἄλλων προσώπων, ἀλλὰ καθιστάνων ἐγλογεῖς ἄν-
 δρας ἀγαθοὺς ἐφ’ ἑκάσταν λειτουργίαν τε καὶ χρημάτων χειρισμὸν παρέχεται τᾶι πόλει στοιχοῦντα
30  πάντα· γεγενημενᾶν <τε> ἐπιταγᾶν περὶ πολλῶν καὶ μεγάλων κατείργασται πολλὰ καὶ μεγάλα τῶν
 τᾶι πόλει συμφερόντων διὰ τῶν ἁγουμένων, ἃ μὲν ἐπὶ τᾶς πόλεος, ἃ δὲ καὶ πρεσβεύων· ὑποδεχό-
 μενος δὲ καὶ ἁγουμένους καὶ τῶν ἄλλων Ῥωμαίων καὶ πλείονας τίθεται τὰς ἰδίας δαπάνας εἰς
 τὰ τᾶς πόλεος συμφέροντα· τά τε λοιπὰ πράγματα τῶν κατοικούντων τὰν πόλιν πεφρόντ̣ι̣<κ>ε
 τοῦ δικαίως τε καὶ ἴσως διοικεῖσθαι, γινόμενος ἄξιος τᾶν προενχειρισθεισᾶν ἀρχᾶν ὑπὸ τᾶς
35  πόλεος αὐτῶι, δι’ ἇν καὶ ἀναστραφεὶς ἀγαθῶς ὑπὸ τᾶς πόλεος εἰκόνοις ἐτιμάθη· καὶ διὰ τὰ προγε-
 γραμμένα πάντα ἐπιγνόντες αὐτοῦ τὰν ἀναστροφὰν Μέμμιός τε ὁ ἀνθύπατος καὶ Οὐίβιος ὁ
 στραταγὸς ἐδωρήσατο αὐτῶι χρυσοφορίαν ἕκαστος, ὁμοίως δὲ καὶ οἱ σύνεδροι, καὶ ἐμφανιζόν-
 των πάντων ὁμοθυμαδόν, ὅτι δεῖ δοθῆμεν Ἀριστοκλεῖ διὰ τὰ προγεγραμμένα πάντα τὰς κατα-
 ξίους τιμάς, οἱ πολῖται πάντες ἐπηνέχθησαν δοθῆμεν αὐτῶι τιμὰν ἀνδριάντα καὶ εἰκόνας γρα-
40  πτὰς δύο, καθῆκον δέ ἐστι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν καὶ φιλοπάτριδας καὶ πρόνοιαν ποιουμένους
 μετὰ πάσας ἰσότατος περὶ τῶν κοινῶν ἐπαινεῖν τε καὶ τιμεῖν ταῖς καταξίοις τιμαῖς, vac. ἔδοξε τοῖς
 συνέδροις καὶ τῶι δάμωι· ἐπαινέσαι Ἀριστοκλῆ Καλλικράτεος τὸν γραμματῆ τῶν συνέδρω[ν]
 ἐπί τε τᾶι περὶ τὰ κοινὰ ἐπιμελείαι τε καὶ καθαρειότατι καὶ ἐπὶ τᾶι ἰσότα̣τ̣ι̣ ἇ̣ι̣ [ἔχων δια]-
[τελεῖ εἰς τοὺ]ς̣ π̣ολ̣ί̣τα̣ς̣, ὁμ̣[οίως δ]ὲ̣ κ̣α̣ὶ̣ ἐ̣π̣ὶ τῶι πο̣λλὰ̣ καὶ μεγά̣λ̣α̣ κ̣α̣[τειργάσθαι τᾶι πόλει]
45 [συμφέροντα — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us