[ ]
Messenia — Messene — 39 BC
1 | ἐπὶ Ἀγάθου̣ [(patris nomen) — — — — — —]ς ἐκ τ̣ο̣ῦ δόγ̣μ̣[ατος]. |
εἰσενέγκαντος εἰς τοὺς συνέδρους [Ἀριστοκλ]έος τοῦ γραμματέος τ̣[ῶν συνέδρων] | |
τὸν διαψαφισμὸν τᾶς ὀκτωβόλου εἰσφορᾶ̣[ς καὶ ἀπο]λογισαμένου περὶ τῶν π[επτωκότων ἐξ αὐ]- | |
τᾶς χρημάτων, καὶ ὡς ἕκαστα αὐτῶν εἰς τὰ ἐπιτα̣[κτὰ κ]εχῶρηκε, καὶ ὅτι εἰς οὐθὲν ἄ̣[λ]λ̣[ο ἢ ταῦτα ἀ]- | |
5 | νακέχρηται, καὶ περὶ τῶν ποτοφειλομένων ἐκ τᾶ̣[ς εἰσφο]ρᾶς χρημάτων ποιησαμένου ἐν [τῶι θεά]- |
τρωι τοὺς διαλογισμοὺς ποτὶ τοὺς ἰδιώτας παρόντο̣[ς Ο]ὐ̣ιβ̣ίου τοῦ στραταγοῦ καὶ φροντίσα[ντος], | |
ὅπως, ὅσον ἐστὶ δυνατόν, εἰσοδιασθεῖ τὰ ὀφειλόμενα̣ [τῇ πό]λει καθὼς καὶ αὐτοὶ οἱ σύνεδροι π[αρόν]- | |
τες ἐδικαίουν εἵνεκεν τοῦ τὸ ἐπίτα̣γμα ἐκβιβασθῆμε̣[ν, καὶ] μ̣ὴ γενέσθαι μήτε δανεισμὸν μή̣[τε] | |
λεῖμμα περὶ ταύτας τᾶς εἰσφορᾶς, περὶ ὧν καὶ πάντες οἱ σύνε̣[δρ]ο̣ι ἀποδ̣ε̣ξάμενοι αὐτοῦ τάν τε ἐπι%⁸¹- | |
10 | μέλειαν καὶ καθαρειότατα μετὰ Οὐ[ιβ]<ί>ου τοῦ στραταγοῦ ἐπηνέ̣[χ]θ̣ησαν στεφανῶσαι αὐτὸν εἰκόνι |
χαλκέαι, Οὐίβιος δὲ ὁ στραταγὸς ἐδωρήσατο αὐτῶι παρόντων τῶ[ν π]ο̣λιτᾶν κατὰ πρόσωπον, ὅπως φο- | |
ρῆι δακτύλιον χρυσοῦν, αὐτοί τε οἱ σύνεδροι τιμὰν ἔδωκαν [αὐτῶι τ]ὰν αὐτὰν μετὰ τᾶς εἰκόνος, καὶ | |
ἐμφανιζόντων καὶ πλειόνων διότι καλῶς <ἔχει φροντίσαι> τοῦ ἀποδέξασθαι τὰς τ̣[ιμὰς Ἀ]ριστοκλῆ τὸν γραμματῆ τῶν | |
συνέδρων, οὗ καὶ ἀποδεξαμένου, vac. ἔδοξε τοῖς συνέδροις· ἐπαινέ[σ]α̣ι̣ Ἀριστοκ̣λῆ ἐπὶ τᾶι ἐπιμε- | |
15 | λείαι καὶ καθαρειότατι, ἐφ’ ἇι ἔχει περὶ τὰ κοινὰ τᾶς πόλεος πράγματα ἔ[ν τ]ε τού̣τοις καὶ ἐν τοῖς vacat |
λοιποῖς πᾶσι τοῖς ὑπὲρ τὰν πόλιν διοικουμένοις, καὶ εἶμεν καταμόνο[υς] τ̣ὰ̣ς δεδομένας αὐ- | |
τῶι τιμὰς ὑπό τε τῶν συνέδρων καὶ τοῦ στραταγοῦ· καὶ ἐξέστω αὐτῶι στᾶσαι τὰ̣[ν] ε̣[ἰ]κόνα πρὸ τοῦ ἀρ- | |
χείου τοῦ γραμματέος τῶν συνέδρων καὶ ἐπιγράψαι ἐπὶ τὸ βάθρον αὐτᾶς, "ἁ πόλι̣[ς] Ἀ̣ριστοκλῆ vacat | |
Καλλικράτεος γραμματίζοντα συνέδροις ἀρετᾶς ἕνεκεν καὶ εὐνοίας, ἇς ἔχων δ̣[ια]τ̣ελεῖ εἰς αὑ- | |
20 | τάν". τὸ δὲ εἰς τὰν εἰκόνα καὶ τὸ βάθρον ἀνάλω̣μα ἐξοδιασθῆμεν ἐκ τᾶν τᾶς πόλεος εἰσόδων κ̣[αὶ ἔ]στω ἐπι%⁸¹- |
στάτας ἐπί τε τὰν εἰκόνα̣ κα̣ὶ τὸ βάθρον αὐτός. vacat | |
{²spatium trium versuum}² | |
22 | ἐπεὶ Ἀριστοκλῆς ὁ γραμματεὺς τῶν συνέδρων παραλαβὼν τὰν ἐμπιστευ̣θ̣εῖσαν ἀρχὰν αὐτῶι ὑ̣[πὸ] |
τῶν ἀρχόντων καὶ συνέδρων ἐποιεῖτο πρόνοιαν εὐθέως τοῦ τάν τε πόλιν καὶ τοὺς κατοικοῦντας αὐτὰν φυ[λά]- | |
ξαι καθηκόντως, ὅσον ἐπ’ αὐτῶι, καὶ πρῶτον μὲν ἐπιμέλειαν ἐποιήσατο τοῦ πάντας τοὺς τᾶς πόλεος χ̣[ει]- | |
25 | ρισμοὺς εἰς τὸ ἐμφανὲς ἀναγράφεσθαι εἰς τὸν τοῖχον ἐπ’ ἀμέρας ὑπὸ τῶν χειριζόντων τι τᾶς πόλεος, ὑπ[ό]- |
δειγμα τιθεὶς τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν περὶ τοῦ καθαρῶς τε καὶ δικαίως ἄρχειν· αὐτὸς δὲ κατὰ πᾶν ἀνυ- | |
πονοήτως θέλων ὑπάρχειν παρὰ πᾶσιν τοῖς πολίταις, ὅτι καθαρῶς ἀναστρέφεται, χειρισμὸν οὐ πεποίηται | |
χρημάτων οὔτε δι’ αὐτοσαυτοῦ οὔτε κατὰ παρεύρεσιν δι’ ἄλλων προσώπων, ἀλλὰ καθιστάνων ἐγλογεῖς ἄν- | |
δρας ἀγαθοὺς ἐφ’ ἑκάσταν λειτουργίαν τε καὶ χρημάτων χειρισμὸν παρέχεται τᾶι πόλει στοιχοῦντα | |
30 | πάντα· γεγενημενᾶν <τε> ἐπιταγᾶν περὶ πολλῶν καὶ μεγάλων κατείργασται πολλὰ καὶ μεγάλα τῶν |
τᾶι πόλει συμφερόντων διὰ τῶν ἁγουμένων, ἃ μὲν ἐπὶ τᾶς πόλεος, ἃ δὲ καὶ πρεσβεύων· ὑποδεχό- | |
μενος δὲ καὶ ἁγουμένους καὶ τῶν ἄλλων Ῥωμαίων καὶ πλείονας τίθεται τὰς ἰδίας δαπάνας εἰς | |
τὰ τᾶς πόλεος συμφέροντα· τά τε λοιπὰ πράγματα τῶν κατοικούντων τὰν πόλιν πεφρόντ̣ι̣<κ>ε | |
τοῦ δικαίως τε καὶ ἴσως διοικεῖσθαι, γινόμενος ἄξιος τᾶν προενχειρισθεισᾶν ἀρχᾶν ὑπὸ τᾶς | |
35 | πόλεος αὐτῶι, δι’ ἇν καὶ ἀναστραφεὶς ἀγαθῶς ὑπὸ τᾶς πόλεος εἰκόνοις ἐτιμάθη· καὶ διὰ τὰ προγε- |
γραμμένα πάντα ἐπιγνόντες αὐτοῦ τὰν ἀναστροφὰν Μέμμιός τε ὁ ἀνθύπατος καὶ Οὐίβιος ὁ | |
στραταγὸς ἐδωρήσατο αὐτῶι χρυσοφορίαν ἕκαστος, ὁμοίως δὲ καὶ οἱ σύνεδροι, καὶ ἐμφανιζόν- | |
των πάντων ὁμοθυμαδόν, ὅτι δεῖ δοθῆμεν Ἀριστοκλεῖ διὰ τὰ προγεγραμμένα πάντα τὰς κατα- | |
ξίους τιμάς, οἱ πολῖται πάντες ἐπηνέχθησαν δοθῆμεν αὐτῶι τιμὰν ἀνδριάντα καὶ εἰκόνας γρα- | |
40 | πτὰς δύο, καθῆκον δέ ἐστι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν καὶ φιλοπάτριδας καὶ πρόνοιαν ποιουμένους |
μετὰ πάσας ἰσότατος περὶ τῶν κοινῶν ἐπαινεῖν τε καὶ τιμεῖν ταῖς καταξίοις τιμαῖς, vac. ἔδοξε τοῖς | |
συνέδροις καὶ τῶι δάμωι· ἐπαινέσαι Ἀριστοκλῆ Καλλικράτεος τὸν γραμματῆ τῶν συνέδρω[ν] | |
ἐπί τε τᾶι περὶ τὰ κοινὰ ἐπιμελείαι τε καὶ καθαρειότατι καὶ ἐπὶ τᾶι ἰσότα̣τ̣ι̣ ἇ̣ι̣ [ἔχων δια]- | |
[τελεῖ εἰς τοὺ]ς̣ π̣ολ̣ί̣τα̣ς̣, ὁμ̣[οίως δ]ὲ̣ κ̣α̣ὶ̣ ἐ̣π̣ὶ τῶι πο̣λλὰ̣ καὶ μεγά̣λ̣α̣ κ̣α̣[τειργάσθαι τᾶι πόλει] | |
45 | [συμφέροντα — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |