[ ]
Messenia — Kyparissia — 4th/3rd c. BC
1 | [θε]ό̣ς̣. |
ε̣[ἴ] τίς κα ἐσάγη<ι> εἰς τὰν τῶν Κυπαρισσιέ- | |
ω̣ν χώραν, ἐπεί κα ἐξέληται τὰ ἐμπόρια, ἀπ[ο]- | |
γραψάσθω ποτὶ τοὺς πεντηκοστολόγ[ου]- | |
5 | ς καὶ καταβαλέτω τὰμ πεντηκοστάν, π[ρὶ]- |
ν ἀνάγειν τι ἢ πωλεῖν· εἰ δὲ μή̣, ἀποτεισά- | |
τω δεκαπλόαν· ὅτι δέ τίς κα ἐξάγη<ι> κατὰ | |
θάλασσαν, ἀπογραψάμενος ποτὶ τοὺς | |
πεντηκοστολόγους καὶ καταβαλὼν τὰ- | |
10 | ν πεντηκοστά̣ν, ἀντιθέσθω παρακαλέ- |
σας τὸμ πεντηκ̣οστολόγον, πρόσθεν | |
δὲ μὴ ἀντιθέσθω̣· εἰ δὲ μή, ἀποτεισάτω̣ | |
δεκαπλόαν τὰν πεντηκοστὰν κατ[ὰ τ]- | |
[ὰ]ν̣ σύγγραφον· εἰ δέ τίς κα ὀ̣λιγοτιμάσηι̣, | |
15 | [ἐπ]ι̣καθιξεῖται ὁ̣ πεντηκοστολόγο[ς], |
[ὧν κα] χ̣ρ̣ήζηι κατὰ τὰν σ̣ύγγραφο̣[ν]. | |
vacat |