Honorific decree of the city of Rhegion for Cn. Aufidius.  Rectangular bronze plaque made to represent an altar with architrave and Ionic columns.
[ ] Italia — Rhegion (Reggio Calabria) — late 2nd/early 1st c. BC — IG XIV 612 — Syll.³ 715; L. Dubois, IGDGG I 40 — cf. SEG 49.1367; 55.1055
See also:
1 ἐπὶ πρυτάνιος ∙ Νικάνδρου τοῦ Νικοδάμου· βουλᾶς προστατέοντος Σωσιπόλιος τοῦ Δαματρίου Χιω., Ἱππίου δυοδεκάται, ἔδοξε τᾶι ἁλίᾳ
καθάπερ τᾶι ἐσκλήτωι καὶ τᾶι βουλᾶι· ἐπεὶ ὁ στραταγὸς τῶν Ῥωμαίων Γναῖος Αὐφίδιος Τίτου υἱὸς εὔνους ὑπάρχει τᾶι ἁμᾷ πόλει, ἄξιος φαινόμενος
τᾶς αὑτοῦ καλοκἀγαθίας, δεδόχθαι Γναῖον Αὐφίδιον Τίτου υἱὸν στραταγὸν Ῥωμαίων στεφανῶσαι ἐν τῷ ἀγῶνι τοῖς πρώτοις Ἀθανίοις ἐλαί<α>ς στεφά-
νῳ καὶ πρόξενον καὶ εὐεργέταν ποιῆσαι τοῦ δάμ<ο>υ τῶν Ῥηγίνων καὶ ἐγγόνους αὐτοῦ εὐνοίας ἕνεκεν ἇς ἔχων διατελεῖ εἰς τὸν δᾶμον τῶν Ῥηγί-
5 νων· τὰν δὲ βουλὰν τὸ ἁλίασμα κολαψαμέναν εἰς χαλκώματα δισσά, τὸ μὲν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ ἀποστεῖλαι Γναίῳ Αὐφιδίῳ.
Search Help
Contact Us