Honorific decree of the city of Rhegion for Cn. Aufidius. Rectangular
bronze plaque made to represent an altar with architrave and Ionic
columns.
[ ]
Italia — Rhegion (Reggio Calabria) — late 2nd/early 1st c. BC — IG XIV 612 — Syll.³ 715; L. Dubois, IGDGG I 40 — cf. SEG 49.1367; 55.1055
See also:
1 | ἐπὶ πρυτάνιος ∙ Νικάνδρου τοῦ Νικοδάμου· βουλᾶς προστατέοντος Σωσιπόλιος τοῦ Δαματρίου Χιω., Ἱππίου δυοδεκάται, ἔδοξε τᾶι ἁλίᾳ |
καθάπερ τᾶι ἐσκλήτωι καὶ τᾶι βουλᾶι· ἐπεὶ ὁ στραταγὸς τῶν Ῥωμαίων Γναῖος Αὐφίδιος Τίτου υἱὸς εὔνους ὑπάρχει τᾶι ἁμᾷ πόλει, ἄξιος φαινόμενος | |
τᾶς αὑτοῦ καλοκἀγαθίας, δεδόχθαι Γναῖον Αὐφίδιον Τίτου υἱὸν στραταγὸν Ῥωμαίων στεφανῶσαι ἐν τῷ ἀγῶνι τοῖς πρώτοις Ἀθανίοις ἐλαί<α>ς στεφά- | |
νῳ καὶ πρόξενον καὶ εὐεργέταν ποιῆσαι τοῦ δάμ<ο>υ τῶν Ῥηγίνων καὶ ἐγγόνους αὐτοῦ εὐνοίας ἕνεκεν ἇς ἔχων διατελεῖ εἰς τὸν δᾶμον τῶν Ῥηγί- | |
5 | νων· τὰν δὲ βουλὰν τὸ ἁλίασμα κολαψαμέναν εἰς χαλκώματα δισσά, τὸ μὲν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ ἀποστεῖλαι Γναίῳ Αὐφιδίῳ. |