Funerary epigram.  Block of white marble.
[ ] Kos Isl. — Kos — 2nd/1st c. BC — Paton-Hicks 218 — Peek, GVI 1729
1 π̣ρὶν μ̣ὲν Ὁμήρειο[ι γλυφί]δες φιλ[οδέσποτ]ο̣ν̣ ἦ̣θ̣[ο]ς
Εὐμαίου χρ̣υσέαις̣ ἔ̣κλαγον ἐν σ̣ε̣λίσ̣ι̣ν̣·
σεῦ δὲ καὶ εἰν Ἀΐδαο σαόφρονα μῆτιν ἀείσει
Ἴν̣αχ̣’ ἀείμνηστον γ̣ρ̣άμ̣μ̣α λαλεῦσ̣α̣ πέ̣τρ̣η·
5 καί σε πρὸς εὐσεβέ̣ων δ̣όμ̣ον ἄξ̣ε̣ται ἐσθλὰ Φ̣ιλίσκος̣
δῶρα καὶ ἐν ζῳοῖς κἂμ φθιμένοισι τίνων·
σήν τ̣’ ἄλοχ̣ον κλείουντ’ αὐτόν σοι παῖδα τίο̣υσαν
π̣ηγῆς ἧς μασ̣τ̣ῶν ε̣ἴ̣λ̣κυ̣σ̣ε νηπίαχο̣ς̣.
[ὦ] δυσάλικτ’ Ἀΐδα, τὶ τὸ τηλίκον ἔσχ̣ες ὄνειαρ̣,
10 KLEINO\N *KLE<1UMA>1XI/DO?S? K<1OU=>1RON A)EIR?A/?MENO?S?;
Search Help
Contact Us